# Fragmenta 2

Lysippus, Fragmenta, Play Eif. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lysippus-comic/fragmenta/2

Εἰ μὴ τεθέασαι τὰς Ἀθήνας, στέλεχος εἶ,
εἰ δὲ τεθέασαι μὴ τεθήρευσαι δ', ὄνος,
εἰ δ' εὐαρεστῶν ἀποτρέχεις, κανθήλιος. * * * *
Αὕτη πόλις ἔσθ' Ἑλληνὶς ἡ ῥόδοις ἴσην
εὐωδίαν ἔχουσα χἄμ' ἀηδίαν.
τὰ γὰρ Ἁλιεῖα μεγάλην εἰς σχολήν·
τὸ δ' ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ·
ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πρᾳέως
ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι
οὕτως ἐπ' αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν
ἀποκαρτερεῖν ἢ ταῦτ' ἀκούων καρτερεῖν.
τοιοῦτο τῶν ξένων τι καταχεῖται σκότος.

---

Lysippus Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0472.tlg002.local001/.
