# Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..139-184

Manetho Astrologus, Apotelesmatica, Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..139-1.ΒΙΒΛΙΟΝ Α..184. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/1.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%91..139

Ἆρες Ἄρες, κακοεργὲ καὶ ἀνδράσι καὶ μακάρεσσιν
καὶ πόλεσιν καὶ νηυσὶ καὶ ἠέρι καὶ πελάγεσσιν
καὶ καρποῖς γαίης τε καὶ εὐρείθροις ποταμοῖσιν·
εἵνεκα σεῦ πόλιες μὲν ὑπαὶ πυρὸς ἐμπίμπρανται,
καὶ νῆες πελάγεσσιν ἐπιπλώουσαι ὄλοντο,
καὶ ποταμοὶ ξηροῖσιν ἀνύδατοι ἐν στομάτεσσιν,
δένδρεά τʼ ὠλεσίκαρπα καὶ ἀνέρες αἰνογένεθλοι·
οὓς μὲν γὰρ μογερῶς πυρικαέας ὤλεσας ἄνδρας,
οὓς δὲ καὶ ὠμοβόροισιν ἕλωρ θήρεσσιν ἔδωκας,
ἄλλον δʼ ἀκλειῶς μετέωρον ἀνεσταύρωσας,
οὗ τέτατʼἀνδροφόνοις περὶ δούρασιν ἡλοπαγὴς χείρ·
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν αἰγίοχος Ζεύς,
οὐδʼ Ἥρη μήτηρ, ἀλλ’ οὔρεα πικρά σʼ ἔτικτεν,
καὶ Λύσσα στυγερὴ καὶ Χάος οὐλόμενον.
Εἰ δὲ Κρόνονλείψειε Σεληναίη κατὰ μοῖραν,
τεύχει ῥευματικοὺς ἡδ’ ἀσθενέας κατὰ σάρκα,
τεύχει δʼ ἀργαλέους ὑδρογάστορας, οἳ καὶ ἔπειτα
ὀστέα χαυνωθέντες ἀφʼ ὕδατος οὐλομένοιο
ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες.
Ἄρεα δʼ ἢν λείψασα Σεληναίη φορέοιτο,
ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων,
ἥπατος ἢ σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο,
ἢ κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς,
πνεύμονά θʼ ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν,
οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον
βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν,
λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν
πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες.
Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει·
πρῶτον μὲν γονέων βίον ὥλεσε, καὶ λέχος αὐτῶν
χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν·
αὐτοὺς δʼ ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί,
θλίψεσιν οὐλομέναις τε καὶ ἀργαλέαις πενίῃσιν,
κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν·
πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου
ἄστεγοι ἠδʼ ἀγύναιοι ἄτεκνοί τʼ ἐν νεότητι.
ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων,
πολλάκι δʼ ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ·
Ζεὺς δʼ ἐσιδὼν τούτων ἐσθλὸν ἔθηκε τέλος.
Ἄρεα δʼ ἢν κατέχῃ δεινὸν θεὸν αἰθέριος λίψ,
πολλῶν αἴτιός ἐστιν ἐν ἀνθρώποισιν ἀνιῶν·
λύπας καὶ θορύβους, ἐγκλήματα καὶ σίνος αἰνόν, ἢ πάθος
ἢ πέλαγος πλώουσιν, ἑὴν πάτρην προλιπόντες.
Ἑρμείας, Παφίη, πολιὸς Κρόνος ἢν μὲν ἔχωσιν
τὴν πρῆξιν, ῥέζουσιν ἀμύμονας ἰητῆρας,
ἤπια φάρμακʼ ἔχοντας, ἀνώδυνα φαρμάσσοντας·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
