# Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..97-138

Manetho Astrologus, Apotelesmatica, Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..97-1.ΒΙΒΛΙΟΝ Α..138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/1.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%91..97

νικᾶται γὰρ Ἄπρης ὑπὸ αὐγαῖς Ἠελίοιο.
Νικᾶται δʼ Ἄρης αὐγῇσιν ὕπʼ Ἠελίοιο, καὶ προτέρην κακίην ἔσβεσεν Ἠέλιος.
Αίδεῖται δʼ Ἄρης καθορῶν φάος Ἠελίοιο, οὐδʼ ἔτι τὴν προτέρην ἔσχε κακοφροσύνην.
Ζεὺς ῥέζει κρατέοντας ἐλαιορόοιο παλαίστρης,
Κύπρις πορφυρέοισιν ἐν εἵμασιν ἀρχιερῆας,
καὶ Κρόνος εὐδόξως ἀγορανόμον ἐστεφάνωσεν·
Ἄρης δʼ εὐτόλμους στρατιῆς ἡγήτορας ἄνδρας,
Ἠέλιος δʼ ὕπατον, Μήνη δέ τοι ἀρχιδικαστήν,
Ἑρμῆς κοσμητῆρας ἑῆς ἐποίησε πόληος.
Αἰγόκερῳ Κύπρις τε καὶ Ὑδροχόῳ παρεοῦσα
σύν τε Κρόνῳ καὶ Ζηνὶ κακὴ κατὰ πάντα τέτυκται,
ἢν συναφὴν πρώτοιο λάβῃ πολιοῖο Κρόνοιο,
Ἄρεος εἰσβλέψαντος ὁμοῦ Μήνην Παφίην τε
σύν τε Κρόνῳ βλαβερῷ· δυστλήμονες ἀνέρες οὗτοι
μαινόμενοι βαίνουσιν ἑῆς ἐπὶ λέκτρα τεκούσης·
ἢν δʼ ἀκτῖνα λάβωσι πυραυγέος Ἠελίοιο,
μητρυιαῖς μίσγοντʼ ἢ παλλακίσιν γενετήρων,
οὕνεκα τὴν προτέρην κακίην σβέσεν Ἠελίου ἴς.
Μήνη θηλυτέροισιν ἐπεμβαίνουσα τόποισιν
ἀντίον Ἠελίοιο, καὶ ὡρονόμοιο τυχοῦσα,
ἀνέρα γεννήσει μόνον οὔνομα, πάντα δὲ θῆλυν,
πάντα γυναικὸς ἔχοντα καὶ αἴσχεα καὶ φιλότητα.
ἢν δὲ μεσουρανέῃ Φαίνων Ἄρης τε κραταιός,
καὶ στάχυν ἄρσενα δεινῷ ἀποτμήξειε σιδήρῳ.
ἢν δὲ Κύπρις διάμετρον ἔχοι Κρόνον ἠδὲ Σελήνην,
Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην,
Ἑρμείας δʼ ἄρα κέντρον ἔχοι μέσον, ἠδὲ καὶ αὐτὸς
μαρτυρίην τούτῳ κρνερὸς Κρόνος ἀμφιβάλοιτο,
εὐνούχους στείρους, οὔτʼ ἄρσενας οὕτε γυναῖκας,
ἄχνοας, αἰὲν ἐόντας ἀπειρήτους φιλότητος,
ἔσθʼ ὁτὲ δʼ ἑρμαφρόδιτον ὁμώνυμον ἀθανάτοισιν
Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην,
μαρτυρίην τούτῳ καὶ Κρόνος ἀμφιβάλοι,
εὐνούχους στείρους ὁτὲ δʼ ἑρμαφρόδιτον ἔτευξαν
δισσάς, ἀχρήστους εἰς ἓν ἔχοντα φύσεις.
Υἱὸς δʼ υἱωνός τε Κρόνου Ζεὺς ἠδὲ καὶ Ἑρμῆς
ἀμφότεροι βαίνοντες ὁμοῦ καὶ κέντρα λαβόντες,
τεύχουσιν ῥητῆρας ἢ ἐκ λόγου ἢ καλάμοιο
γραπτῆρας πινυτούς, ἢ καὶ πολυκερδέας ἄνδρας,
ἐμπορίην φιλέοντας, ἀεὶ πρηκτῆρας ἐόντας.
Μήνη φωσφορέουσα καὶ Ἄρεϊ συμβάλλουσα
ἕκτον ἔχοντι τόπον, σίνος ἀνδράσιν αὐτίκα ῥέζει·
ἀμφὶ πόδας τέμνονται ὑπʼ ἀνδροφόνοιο σιδήρου,
χωλοί, μουνόποδες, ξύλινον προσκείμενοι ἄρθρον,
λύπην αἰείμνηστον ἐὸν πόδα παπταίνοντες.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
