# Apotelesmatica 2.1.1-40

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.1-2.1.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.1

Πάντοτε μὲν κόσμοιο κατʼ αἰθέρα κοιρανέοντες
Ἠέλιος Μήνη τε διηνεκὲς ὦκα φέρονται.
ἄστρα δʼ ἄρʼ ἤλιθα μυρίʼ ἀν’ οὐρανῷ ἐστήρικται
μαρμαίροντ’ ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς
αἰθύσσοντʼ, ὥσθʼ ὅσσον ὑπʼ ὄμμασιν αὐγάζεσθαι,
πολλοὶ δʼ αὖτʼ αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν
ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν
φαίνειν, εὖτ’ ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ·
καὶ μὴν δὴ τάδε πάντα διʼ αἰθέρος αἰὲν ἄρηρεν
ἀπλανέʼ ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται,
ἐλκόμεν ἀντολίηθεν ἐφʼ ἑσπερίην δύσιν αἰεί,
παῦῤ ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς,
αὕτως δὲ πλέονα σποράδην πεφορημένʼ ὕπερθεν.
πέντε δʼ ἄῤ ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου
Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον
καὶ δείκηλʼ, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας,
τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομʼ ἀοιδῇ.
Μακρὸς δʼ αὖ διὰ μέσου ἐλήλαται οὐρανοῦ ἄξων,
ἀστεμφὴς, ὅσσοισιν ὁρωμένῳ ἀπροτίοπτος,
ὅς περὶ πᾶν γαίης τε καὶ ἀτρυγέτου διὰ πόντου
ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει.
Τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι,
ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς
καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου,
ἄλλος δʼ ἐν διερῷ Νότῳ ἵσταται· ἀλλʼ ὃ μὲν ὑψοῦ
κεῖται ὑπερχθόνιος, Νότιος δʼ ἀίδηλος ὑπ’ αἶαν.
Κύκλοι δʼ οὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω
δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι
τεύχει ἑλισσομένων ἄστρων κατʼ ἀπείριτον οἶμον.
τῶν δέ τε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι,
δοιοὶ μὲν προτίοπτοι ἰδʼ ὀφθαλμοῖσιν ὁρητοί,
οἱ δʼ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί.
ἑπτʼ ἀιδεῖς μὲν ἔασιν ἰδʼ ἐν φρεσὶ μοῦνον ὁρητοί,
ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί·
ὃς μὲν γὰρ πρῶτος πόλου δινεύμενος ὑψοῦ,
ὅντε Βόρ ειον φῶτες ἐπίκλησιν καλέουσιν·
τὸν δὲ μέτα τροπικὸς θ έρεος πυριλαμπέος ὥρης γίνεται·
τείνονται μεσάτοιο, διʼ οὗ θοὸν ἅρμα τιταίνων
ἴσην Ἠέλιος τεύχει νύκτʼ ἄμβροτον ἠοῖ·
τῷ δʼ ἔπι χειμ ἐρίοιο τροπῆς κύκλος ἐστήρικται·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
