# Apotelesmatica 2.1.170-212

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.170-2.1.212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.170

ἀλλʼ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς
πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας,
πρὸς δʼ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους,
πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως,
οἷσί τʼ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας·
φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους
πρεσβυτέρους πάντας κρυερῷζόφῳ ἀμφικαλύπτει.
Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ·
πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς,
ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις·
πρὸς δʼ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλʼ ὀπάζει,
στείραις ἠδʼ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα·
δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν
ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν.
Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας
ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων,
οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος
οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας·
ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν,
ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν
σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν.
ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς
Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς,
ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν,
δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας
κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν
φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας,
καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε
ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη
κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν
ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν
ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί.
ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν·
ἀλλʼ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων·
τεύχει δʼ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν,
παννυχίδων τελετῶν θʼ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς
μάντιας, ἀστρονόμους καὶ ὁνειροπόλους, προπάροιθεν
ἑζομένους θυσιῶν, μακάρων ἄπο θέqφατα θνητοῖς
φαίνοντας, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας,
πρήξεσι δʼ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας.
ὅσσοις δʼ οὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν,
τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν
τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
