# Apotelesmatica 2.1.213-252

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.213-2.1.252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.213

ὣς δʼ αὔτως καὶ Θοῦρος ἐπὴν Δί ὸς ἐς δόμον ἔλθῃ,
δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν·
τεύχει καὶ νηῶν ἡδʼ ἱππήων πρυλέων τε
ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον
ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας εὖ δεδάασιν·
εἰ δʼ ἄρα μὴ κέντρῳ πέλεται μηδʼ ἐς τόσον εἴη
ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ
τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν.
ἐν δʼ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει
παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν,
αὐτοὺς δʼ αὖθʼ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων
θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς
τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους,
τιμαῖς κυδαλίμους ἡδʼ ἐξαίτοις γεράεσσιν,
πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον,
δήμου θʼ ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν
φθέγγοντʼ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν,
ζευγνυμένουςτʼἀνδρῶν μεγάλων φιλότητι γυναικῶν,
ὧν ἄπο κυδήεντες ἰδʼ ὄλβιοι ἐξεγένοντο.
καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα
εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν·
κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
στέμμασί τε χρυσοῦ, τοὺς δʼ οὖ γεράεσσʼ ἐρατοῖσιν·
ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν
ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν
εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις,
κτήματά θʼ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους·
προσφιλέας δʼ ἔρδει καὶ τιμήεντας ἅπασιν,
πειθοῖ καὶ χαρίτεσσιτετιμένον ἦτορ ἔχοντας·
ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ᾿ ἔργοις,
ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν
δηθάκι δʼ οὖθ’ ὑποτάσσει ὑπʼ ἀσχολίῃσι τυράννων
ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν.
Ζεὺς δʼ ἄρʼ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν,
εὐκλέʼ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον
νωμῶντʼ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε
χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν,
ἐν δʼ ἔργων πρήξει μέγʼ ὑπείροχον, ἐν δʼ ἄρα τοῖσιν
κεκλόμενον, μέγα δʼ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν
κτῆσιν ἀπʼ ἀσχολίης βιότου φορέοντα πτρὸς οἴκους.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
