Ancient Greek
Book 2, lines 2.1.253-2.1.295
Manetho Astrologus, Apotelesmatica 2.1.253-295
Not analysed yet
ἔμπαλι δʼ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος
παιδείης πραπίδεσσι σοφῆς παιδεύματʼ ἔχοντας,
παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων,
ἢ δίφρῳ ἑζομένους, ὅθι τʼ ἀργύρου ἐστὶν ἀμοιβή,
ἠὲ νόμων θεσμῶν τʼ ἐπιίστορας, ὧν ἕνε αἰεὶ
πειθὼ ὁμῶς κῦδός τε κατὰ πτόλιας μέγʼ ἔχουσιν,
ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους
νείκεα τʼ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν,
ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν,
ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματʼ ἄγειραν·
ἄλλοι δʼ αὖτε πέλονται ἀπαγγελέες βασιλήων,
πίστιν τʼ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπʼ ἀνάκτων
ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες.
ἐν δʼ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς
ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει,
δώροις ἡδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων
εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας·
ἀλλʼ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν,
καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν,
δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων.
ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη
δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας·
ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν,
δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν,
ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας
αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν·
οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους·
τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον
σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν καὶ αὐτῶν εἵνεκα δηθὰ
ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν,
ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν·
ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει
καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον,
τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας·
πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε
ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει,
ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα,
ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων.
ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος
οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν,
ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας,
πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας,
ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν·