Ancient Greek
Book 2, lines 2.1.339-2.1.378
Manetho Astrologus, Apotelesmatica 2.1.339-378
Not analysed yet
πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,
οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν
ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —
ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο,
Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων
τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει,
ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα,
ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας.
δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ
ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον
αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε,
καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν,
ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς·
πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν.
αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν,
καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν
πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου,
τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας·
αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς
ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει.
Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει·
δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει.
ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους
ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. —
ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ
φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης,
αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν,
ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν,
ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς.
γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ
ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει,
καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ
δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν.
Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει
καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας
οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο·
τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις·
ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο·
πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν,
τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται.