# Apotelesmatica 2.1.41-82

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.41-2.1.82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.41

ἑξείης δʼ ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥά τε βαιὴν
φράζεο μοῖραν ὕπερθε,τὸ γὰρ πλέον ἔσθʼ ὑπὸ γαῖαν
τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ
ἄκρης ἀρχόμενοι κορυφῆς· αὐτοί γε μὲν ἄμφω
ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο,
ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων,
ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης.
ἀμφότεροι δʼ ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες
ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων.
οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν
γνώσασθαι κύκλοι. τοὺς δʼαὐθʼ ἑτέρους καὶ ὑπʼὅσσοις
δερκόμεθʼ, εὖτ’ ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ,
τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι,
τὸν δʼ ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα
Ζω δισκόν· λοξοὶ δʼ ἐπαμοιβαδὶς ἐζώσαντο
οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς.
ἑπτὰ δʼἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν,εἰσὶν ἄιστοι
καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες,
οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖς τε φαεινοῖς
οὐδὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται,
ἀλλʼ αὕτως δίνῃσιν ὀιόμεθά σφεας ἄστρων
κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ
οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἐλίσσων.
ἦ γὰρ δὴ τὸν μέν τε Βορήιον ἀστέρες Ἄρκτου
μείζονος, ἣν Ἑλίκην ἐλάται νηῶν ὀνόμηναν,
ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί,
οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν·
ἄντυξ δʼ οὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου
τέμνει ὑπʼ ἀγκῶνος σκαιοῦ, κεφαλῆς τε Δράκοντος
ἀκροτάτης ψαύει, στέρνον θʼ ὕπο Κηφέος εἶσιν
καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης.
κύκλος δʼ, ὅστε τρέπει θ έρεος πυριλαμπέος ὥρην,
ἀστέρι δινεύοντι περιγράφεται κατʼ Ὄλυμπον
Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι·
κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν,
ξανθήν τʼ αὐχενίην χαίτην χαροποῖο Λέοντος,
σπεῖράν τε πρώτην Ὄφιος, βριαροῦ τʼ Ὀφιούχου
ὤμους, Ὄρνιθός τε δέρην τανυσιπτερύγοιο,
καὶ πόδας Ἱππείους, χειρός τʼ ἀγκῶνα βορείου
Ἀνδρομέδης, καρπόν τε χερὸς λαιὴν δέ τε κνήμην
Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο,
καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
