# Apotelesmatica 2.1.423-462

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.423-2.1.462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.423

Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας,
γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·
τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·
ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,
ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.
Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν
δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·
ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,
ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,
ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.
Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν
ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·
ἑζομένους δʼ ὤπασσε βίους
μάλα δʼ ἡῴῃσιν ἀνάσσων ἀνέρας ἀφνειοὺς |
ποίησε πόλει παναγήτους
πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.
Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες
ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο
φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα
ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε
θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.
ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν,
αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς
ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει,
αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν
ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου,
ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ,
ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ,
πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων
δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις,
καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων·
ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν.
ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν,
ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη·
αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο,
οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες
οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι,
πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας,
πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας·
οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν.
ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς
ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς
ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
