# Apotelesmatica 2.1.463-502

Manetho Astrologus, Apotelesmatica, Book 2, lines 2.1.463-2.1.502. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/2.1.463

οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,
καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.
φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·
κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν
καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·
γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας
ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,
ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,
τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·
καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.
ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.
εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ
κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν
καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.
ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος
ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,
αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.
τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.
Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη
ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει.
ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ
ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα
μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν.
αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη
πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης
ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας.
χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην
καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι,
ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν,
ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη
πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις,
σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει
κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην.
ἔξοχα δʼ αὖ κακὰ πάντοτʼ ἐπὶ θνητοῖσι κυλίνδει
ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ·
κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει,
ἢ σπασμοὺς νοῦσόν θʼ ἱερὴν καὶ ἀναλθέας ἄτας.
ἄντα δʼ ἄρ᾿ Ἠελίου χαίρει τροχάουσα Σελήνη,
πλήρει ἐπεὶ κύκλῳ τότʼ ἀγάλλεται αὐγάζουσα,
καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
