# Apotelesmatica 3.ΒΙΒΛΙΟΝ Γ.

Manetho Astrologus, Apotelesmatica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%93.

Ἐν τῷ γ΄ βιβλίῳ φησίν· Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρισκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ. Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτικοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀποτέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ μεσουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυτοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἶς δὲ κάτω ὤν. Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχηματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς. Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζομένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, καὶ ἀμφοτέρων ἐν θήλεσιν, καὶ τί μὲν ἐπὶ ἀνδρός, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ. Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι᾿ ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε δὲ ἀφ᾿ ἑτέρων τούτους παραληπτέον.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
