# Apotelesmatica 3.1.1-42

Manetho Astrologus, Apotelesmatica, Book 3, lines 3.1.1-3.1.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.1.1

Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν.
ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες,
ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης,
ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα.
νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα,
ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες,
καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω.
Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς
ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,
ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,
τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει
ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν
ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,
Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι
καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο
κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ
τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.
ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον
μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν,
εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν.
εἰ δὲ μεσουρανέοι, πατρώια πάντʼ ἐκέδασσεν,
δηθάκι δʼ οὐδʼ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν,
πρήξεις δʼ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει,
ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν
ψυχῶν θʼ, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται,
δυστεκνίην δʼ ὤπασσε, κασιγνήτων τʼ ἀπάμερσεν.
ὀρφανίην δʼ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν
πάμπαν νηπιάχοις, κλῆρόν τʼ ἔρραισεν ἀίστως,
ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δʼ ὑπὸ νούσου
κάμνουσʼ, ἔν τε κρύει πυρετῷ τʼ αἴθωνι μογεῦσιν,
ἐν δʼ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν.
Ζεὺς δʼ ὥρην ἐφέπωνἐρικυδέας ἂνδρας ἔθηκεν
ἐν δήμοις, πάτρῃσί τʼ ἐνὶ σφετέρῃσιν ἀγητούς,
πρὸς δʼ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε
ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας.
ταὐτὰ δέ τʼ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων·
κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας.
δύνων δʼ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη·
θάπτει γὰρ κεδνάς τʼ ἀλόχους παῖδάς τʼ ἀλεγεινούς·
ἐν τροπικοῖς δʼ εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους
κηδεστῶν βιότου, καί τʼ ἐσθλὰ κακοῖσιν ἔμιξεν·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
