# Apotelesmatica 3.1.126-167

Manetho Astrologus, Apotelesmatica, Book 3, lines 3.1.126-3.1.167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.1.126

ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα
ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο
πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν,
κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει·
πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν.
μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν.
Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα
ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων
ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν,
πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς,
ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ.
ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος
Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα,
πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται,
εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει.
εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ,
πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας
χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον·
τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην.
εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ,
δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον.
δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ,
οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων,
ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες
γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις
ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας·
εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα,
οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο,
ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους.
εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια,
πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος,
μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει.
εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ
πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις.
ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι,
νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλʼ αἰνῶν
ἔργων ἴσχουσιν, θωὴν δʼ ἐπὶ τοῖσιν ἔτλησαν.
Zηνὸς δʼ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύν ῃ,
οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν
ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλʼ ἔθηκαν,
ἄλλοτε δʼ ἔσφηλαν κτεάνων τʼ ἄπο πάμπαν ἄμερσαν,
καὶ καμάτους βιότοιο χάριν μόχθους τʼ ἐπάγουσιν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
