# Apotelesmatica 3.1.249-291

Manetho Astrologus, Apotelesmatica, Book 3, lines 3.1.249-3.1.291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.1.249

τῆμος γὰρ πτωχοὶ πανδήμιοι ἰνδάλλονται
ὀθνείῃσι θύρῃσιν ἐφεστηῶτες ἀνάγκῃ,
ἢ καὶ ἐφημερίης δαίτης χάριν αἰνὰ μογεῦντες,
ἄλληκτον καμάτοισιν ὀιζυροῖς φθινύθοντες.
εἰ μὴ δʼ εὐεργῶντις ὁρῴη σχήματα ταῦτα,
καὶ πότμῳ στυγερῷ ζωῆς ἐπὶ τέρμαθʼ ἵκοντο·
ἤτοι ναυφθορίῃ γάρ, ἢ ἐν πελάγεσσιν ἐόντες
ἢ ποταμῷ στυγερῷ, ζωῆς χάριν αἰνὰ μογεῦντες
κύμασιν ἐρραίσθησαν, ἢ ἐν πολέμῳ κρυόεντι
ὑπὸ ληιστῆρσιν ἢ ἐν χάρμῃ δορίληπτοι
πέρνανται σφιγχθέντες ἀεικελίοις ὑπὸ δεσμοῖς,
δηθάκι καὶ θήρεσσιν ἕλωρ καὶ κύρμα γένοντο,
ἢ πότʼ ἐν ἠερίοισιν ἄφνω κρημνοῖσιν ὄλοντο,
ἢ βρόχον αἰπὺν ἀνῆψαν, ἢ ἐν πτώσει θαλάμοιο
ὀστέα συνθλιφθέντες ἀίστως θυμὸν ὄλεσσαν.
ὣς δὲ καὶ ἡμερίοις τὰ τελείεται, ἢν ὀλοῇσιν
καὶ Μήν ην σφετέρῃσιν ὑπʼ ἀκτίνεσσι βάλωσιν.
εἰ δʼ ἄρα τοι γενέθλῃ μὲν ἀρήγοιεν κλυτοὶ ἄλλοι
ἀστέρες, οἵ δʼ ἄρα τοι μὴ φαίνοντες φορέοιντο,
νείκεα καὶ κρίσιας θαμινὰς ἐπάγουσι βροτοῖσιν·
ἢν δʼ ἀ γαθὸς κέντροιο κρατῇ, ὀλο ὸς δʼ ἀπόκεντρος,
σχήματι συμφώνῳ καμάτων ἀπέλυσαν ἀπʼ αἰνῶν.
πρηϋτέρας δὲ τρίγωνοι ἀεὶ τελέουσιν ἀνίας.
Ἠέλιον δʼ ἐπιδερκόμενος τοίῃσιν ὑπʼ αὐγαῖς
ἢ καὶ νυκτιπόλον Φαίνων λιποφεγγέα Μήνην
ἐκ τοκέων δμώων αὐτοὺς ἔρδει θεράποντας·
πολλάκι δʼ ὀφθαλμοῖσι σίνος λιποφεγγὲς ἔτευξεν,
καὶ γονέας νούσοις ψυχμῷ καὶ βηχὶ χαλέπτει.
Ἀφρογενεῖ δὲ συν ὼν Φαίνων ἡδʼ ἀντιπέρηθεν
πρεσβυτέρας στείρας τʼ ἀλόχους καὶ ἀεικέας αἰνῶς
δῶκεν. καὶ τετράγωνος ἀεὶ χαλεπὸς κυθερείῃ·
δεινοὺς γάρ τε γάμους καὶ ἐυφροσύνης ἄτερ ἔρδει.
λυγρὰ δʼ ἄρʼ ἥσσον ἔδωκε τριγώνοις φέγγεσι λεύσσων.
σχήμασι δʼ οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν
παρθενικὴν ἐπέτρεψεν ἅγειν ἐς δώματα νύμφην·
δηθάκι δʼ ἀσπέρμους αὐτούς καὶ ἄπαιδας ἔτευξεν.
ἢν δʼ ἄρα καὶ Πυρόεντʼ ἐπιμάρτυρα τοῖσδʼ ἐσαθρήσῃ,
ἢ ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν.
Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει,
καὶ λαλιῆς ἐπέδησʼ, ἤν περ μὴ φοίνιος Ἄρης
σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην.
καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάς τʼ ἐπιπέμπει,
καὶ πιναρὴν λασίην τε βροτοῖς ἐπεθρέψατο χαίτην.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
