Ancient Greek
Book 3, lines 3.1.292-3.1.331
Manetho Astrologus, Apotelesmatica 3.1.292-331
Not analysed yet
τὼς δʼ ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι,
σχήμασι δʼ ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας
καὶ βίβλων κρυφίμων μάλʼ ἐφιεμένους τελέουσιν.
Ζεὺς δʼ Ἄρεϊ ξυνὴν μὲν ἰών ὁδὸν ἠὲ τρίγωνον
ἡγεμόνας ῥέζει στρατιῆς νηῶν τε καὶ ἵππων
καὶ πεζῶν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξεν,
ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
εἰ δʼ ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν,
ἀλλʼ ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός,
ἢ καὶ ἀποκλίνωσιν ὑπ᾿ αὐγὰς Ἠελίοιο,
σὺν τοίοις ἄνδρεσσιν ἀεὶ στρωφῶνται, ὑπʼ αὐτοῖς
στεργόμενοι φιλίῃσιν, ὑπείροχον εὖχος ἔχοντες·
πάντες δʼ εὐκτέανοι καὶ ἀπείριτον ὄλβον ἔχουσιν.
μείονα δʼ ἐσθλὰ διδοῦσιν, ἐπὴν τετράγωνοι ἔωσιν.
πάγχυ δʼ ἀνωμαλίην βιότου διάμετροι ἐόντες
ἀνθρώποις τεύχουσ’, ὁτὲ μὲν πενίην, ὁτὲ δʼ ὄλβον
πυκνὸν ἀμειβόμενοι, αἰεί γε μὲν ἄρκιʼ ἔνειμαν.
σὺν Διὶ δʼ Ἀφρογένεια βίῳ χαίροντας ἀμόχθως
εὐπρήκτους τε τίθησιν, ἐυφροσύναις τε γάμοιο
τερπομένους· τοὺς γάρ τε φίλαι τίουσιν ὅμευνοι,
ἐκ δʼ ἄρα λιτοτέρων πολυόλβους αὐταὶ ἔθηκαν·
καὶ δὲ καὶ εὐτεκνίη σφιν ἐνὶ μεγάροισιν ὀπηδεῖ.
καὶ δʼ ἄλλαις πρὸς Ζῆνʼ ἐπιμ αρτυρίῃσι τάδʼ ἔρδει.
ἐσθλὸς καὶ Στίλβοντι συνὼν μεγάλου Διὸς ἀστήρ,
σχήμασί τʼ ἐν πόντε σσιν ὁρῶν θοὸν Ἑρμάωνα·
τρισμάκαρας τεύχει γάρ, ἀεὶ βασιλήιον ὄλβον
νωμῶντας, χρυσόν τʼ ἐθνέων ἄπο δασμολογοῦντας,
κεκ λομένους τʼ ἐπὶτοῖσιν, ἀκουομένους θʼ ὑπὸπολλῶν·
οἱ δέ τʼ ἀριγνώτων ἀνδρῶν πλοῦτον διέπουσιν,
οἱ δʼ ἄρʼ ἀπʼ ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν,
κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο,
ἄλλοι δʼ οὖ κόσμων ἐπιίστορες ἢ διὰ γραπτῶν
ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖς τʼ ἐγένοντο,
οἱ δʼ ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃ τε
πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν.
εἰ δʼ ἄρα τούσδε Κ ρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ,
πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν.
εἰ δʼ Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυ θερείῃ,
ὑβρισταὶ λεχέων τε καὶ ἀλλοτρίων ὑμεναίων
γίνονται, ἀναφανδὰ μάλʼ ἐκτόλμως τάδε δρῶντες·