# Apotelesmatica 3.1.332-374

Manetho Astrologus, Apotelesmatica, Book 3, lines 3.1.332-3.1.374. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.1.332

καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν,
ῥηιδίως φιλότηθʼ ἑτέροις κυθέρης ὀρέγουσαι.
εἴκελα καὶ δʼ ἄλλαις ἐπιμαρτυ ρίαις τελέουσιν.
εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σύν τοῖσδε φανείη,
τῶν ἕνεκεν κρίσιές τε μάχαι τʼ ἀγορῇσι πέλονται·
οἱ δ καὶ αἴσχρ ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν
ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί.
ἢν δʼ Ἑρμῇ τετράγωνος ἢ ἀντίος ἢ κατὰ χώρην
τ ὴν αὐτ ὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη·
νείκεα γὰρ γραπτῶν ἕνεκεν κρίσιάς τ ἐπιπέμπει,
καὶ δόμον ἐξαπίνης κενεὸν βιότου ἀνέφηνεν·
δηθάκι καὶ δεσμοὺς ἐπάγουσ’ ὀλοοῖσιν ἐπʼ ἔργοις.
ἀλλὰ τρίγωνοι ἐόντες ἐχέφρονας ἐκτελέουσιν
καὶ πυκιναῖς πραπίδεσσιν ἐναίσιμα μητιόωντας.
φαιδρὸς δʼ Ἑρμείης καὶ πασιφαὴς Ἀφροδίτη
ξυνὴν ἐξανύοντες ὁδὸν μάλʼ ἄριστοι ἔασιν·
ὄλβον μὲν πρώτιστα δόσαν, μετέπειτα δὲ μύθων
πειθὼ καὶ φιλίην ἀγαθὴν τιμὴν τʼ ἐνὶ δήμοις·
πρὸς δʼ ἔτι παντοίης μούσης ἐπιίστορας ἄνδρας
τεύχουσιν, μολπῇσί τʼ ἀγαλλομένους καὶ ἀοιδῇ.
εἰ δέ κε λεύσσωσιν Μήνην καὶ Ζῆνα φέριστον,
καὶ στέφεσιν κύδηναν, ἀγακληεῖς τʼ ἐνὶ λαοῖς
ἐξαίτοις γεράεσσιν ἀέθλων εἵνεκ’ ἔθηκαν.
εἰ δʼ ἔτι καὶ Πυρόεις τούτοις ἐπιμάρτυρος εἴη,
γίνονται σταδίοισι παλαισμοσύνῃσί τʼ ἄριστοι,
πυγμαχίῃσί τʼ ἀγασθενέες πληγῇσί τε χειρῶν,
καὶ θαμιναῖς νίκῃσιν ἀγάλλονται κατʼ ἀγῶνας.
καλὴ καὶ Μήνη καὶ πανδερκὴς Ὑπερίων
ἀλλήλους ὁρόωντες ἐναντίοι ἢ τετράγωνοι,
ἔξοχα δʼ αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον
σχῆμα πέλει φαύλοις τε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν.
εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη
ἄμφω φάεα καλά, τὸ δʼ αὖ πολύ φέρτατόν ἐστιν.
πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι
ἄρσεσι μὲν Τιτῆνʼ, ἐν θηλυτέροισι δὲ Μήνην·
προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο,
ἔργα τε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν.
εἰ δέ τʼ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγεʼ ὁρῷτο,
ὠμούς, ἀστεμφεῖς, ἡδ’ ἀτρέπτους ἐσίδοιο
γεινομένους, οὐδʼ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις.
ὅσσοι δʼ οὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ
ἴσχουσʼ Ἠέλιον, τοῖσιν δʼ ἄρα πρήξιες ἔργων
ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
