Ancient Greek
Book 3, lines 3.1.375-3.1.415
Manetho Astrologus, Apotelesmatica 3.1.375-415
Not analysed yet
αὐτοὶ δʼ ἀπρόκοποι, πάμπαν τʼ ἐπαρίστεροι ἄνδρες.
θήλεσι δʼ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα
δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας
θηλύτεροι πραπίσιν, βιότῳ δʼ ἔνι πάμπαν ἄπρηκτοι,
ἀλλοτρίης γαίης καὶ ἀλητύος ἰμείροντες.
ἀλλὰ τόδʼ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γνναιξίν·
πρηεῖαι γάρ τʼ εἰσὶ νόῳ, ποσίεσσί θʼ ἐοῖσιν
εἴκουσιν μάλα πειθόμεναι, στυγέουσί τε νεῖκος.
εἰ δʼ ἐπὶ θηλυτέρ ῃ γενέθλῃ δύο φῶτα φανείη
ἄρ σεσιν ἐν ζώοις, ἡ δʼ αὖ μάλʼ ἀγήνορι θυμῷ
δεινή τε κρυερή τε πέλει πραπίδεσσί τʼ ἄκαμπτος.
ὁππότε δʼ οὖν σελάων τοίοις ζώοισιν ἐπόντων
καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια
ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο,
καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο,
ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι γυναικῶν
κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν.
ἔμπαλι θηλυτέροισι δʼ ὅτʼ ἀνέρες ἐν ζώοισιν
ἴσχωσʼ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην,
θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμ ῆς,
πάσχουσ’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες·
δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδεʼ ἔκειραν.
τὼς μὲν ἄρʼ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα
φῶτʼ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα.
Ἀλλʼ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι
μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω,
ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν
ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει.
οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν
οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν·
ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν.
ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν
κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου
μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας·
νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης.
ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ,
ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο
νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου,
ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.