Ancient Greek
Book 3, lines 3.1.43-3.1.83
Manetho Astrologus, Apotelesmatica 3.1.43-83
Not analysed yet
κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δʼ ἐπὶ κήδεσι λυπεῖ.
δεινὸς δʼ ἀντιμεσουρανέων πέλετʼἀνθρώποισιν·
πάντων γάρ τε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν,
εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν·
ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι·
ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει.
Ἄρης δʼ ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους,
θαρσαλέους ῥέζει, ποτὲ δʼ οὖ πραπίσινμάλα δεινούς.
δύνων δʼ αὖτʼ ἄλγεσσι βροτοὺς ἄταις τε προσάπτει,
σύλησέν τʼ ὄλβον, βιότου τʼ ἀνέφηνʼ ἐπιδευεῖς.
ἐν δʼ ἄρʼ ὑποχθ ὀνίῳ κέντρῳ σύνεσίν τε χαλέπτει,
αἰεί τʼ ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν,
τραύματα δʼ αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖσι χαλέπτει,
κινδύνους τʼ ἐπάγει θαμέας, βιότοιό θʼ ἅμ’ ἔρδει
αὐχμηρούς, τέκνων δὲ γονῆς ἢ πάμπαν ἄμερσεν,
ἢἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν·
δεινὸς δʼ ἀμφὶ γάμους· ἢ γὰρ θαμὰ λέκτρα διείργει,
ἢ λώβην τιν’ ἀεικελίην ἀκάχησε γυναικός.
ὕψι δʼ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε
τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο·
ὁππότε δʼ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων
δέρκηθʼ, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων,
εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον,
ἐν πόλεσιν δήμοισί τʼ ἀριπρεπέας πολιούχους·
ἐξαπίνης δʼ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας
δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα·
ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης,
ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ,
ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις.
ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι
ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν,
ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ,
κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν.
καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις
τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν
ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν·
καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας
ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου.
ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν,
ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε
ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων.