# Apotelesmatica 3.1.84-125

Manetho Astrologus, Apotelesmatica, Book 3, lines 3.1.84-3.1.125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/3.1.84

καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν·
ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους
δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει·
καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις
ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν,
ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν.
Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας
καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν·
πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν
πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν
θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ
ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται.
ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ·
ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν
πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν
παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ
εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός.
ἢν δʼ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν,
θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ
αἰὲν ὑπʼ ἀλλήκτῃσι μεληδόσι μητιόωντας.
δύνων δʼ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίὅτους,
καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τʼ ἀγαθῇσιν.
εὖτʼ ἂν δʼ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν
Τιτάν, ἐν δʼ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ,
πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ,
τιμήεις δέ τʼ ἄγαν καὶ ὑπείροχός ἐστʼ ἐνὶ πάτρῃ
πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν·
πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδʼ ἐγένοντο.
δύνων δʼ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους
τεύχει, καὶ πραπίδων μάλʼ ἀριφραδέων ἐπινοίῃ ἐνὶ πάτρῃ.
Τιτὰνδʼἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων,
ἢν μὲν ὑπʼ ἀκτίνεσσ’ ἀ ἀγαθῶν καὶ μαρτυρίῃσιν
κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας,
φαύλῃσιν δʼ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων
ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας.
ἢν δʼ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον.
καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα
μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης
ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει.
ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη,
ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν,
εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
