# Apotelesmatica 4.1.1-42

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.1-4.1.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.1

Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν,
Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε,
καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ·
αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα
ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης·
πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ.
βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι,
ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς,
ὅσσα τʼ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν
αὐτοὶ ἐπʼ οὐλόμενον πότμον ῥίψαντο γονῆες,
ἀμφὶ γάμων τʼ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε
καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος
ἀνθρώπων μεμόρηται ὑπʼ ἀστράσι κινυμένοισιν,
καὶ τέχνας μέλποιτʼ ἰδὲ πρήξιας, ἔργα θʼ ὁποῖα
ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν,
ἡδʼ ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο
ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσιμοχθίζουσιν,
καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην.
Κείνοις μὲν δὴ πρῶτα τροφ ῆς ἐμέγηρε βρέφεσσιν
Αἶσα κακή, τοῖσπέρ τʼ ἀπὸ γαστέρος ὀρνυμένοισιν
Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες
λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην,
μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων
Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες.
ὣς δʼ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν
ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον
Ἄρης, μήθʼ ὥρης ζῶον μήτʼ οὖν φάος ἁγνὸν
Μήνης δερκομένου ληνὸς φυσιζόῳ αἴγλῃ.
καὶ δὲ καί, ὁππότʼ ἂν ἠύκερων Πυρόεις διάμετρος
ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ
δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος
ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης,
δὴ τότʼ ἀπʼ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες
αὐτίκ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο.
ἤν δὲ Σεληναίη μὲν ἐφʼ ὡρονόμῳ ἐπιτέλλῃ,
ἐν προτέρῳ δʼ ὥρης ζῴῳ Φαίνων προθέῃσιν,
δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο,
Ἄρης δʼ αὖτʼ ἐφέπηθʼ ὥρης κατόπισθε διώκων,
μήτʼ οὖν Ἀφρογενοῦς μήτʼ εὐφεγγοῦς Φαέθοντος
δερκομένων δείκηλον, ἐφʼ ᾧ Μήνη καθορᾶται,
δὴ τόθʼ ὑπʼ ὠδίνεσσι βρέφη θλιφθέντʼ ὀλοῇσιν
νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
