# Apotelesmatica 4.1.219-259

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.219-4.1.259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.219

ταὐτὰ δʼ ἄρʼ ἐκ ποσίων τελέθει δειλῇσι γυναιξίν,
εὖτε Σεληναίη ἀλόχοις ἐν δαίμονι λυγρῷ
ἀνδρῶν φαίνηται· δίχα γὰρ νόον αἰὲν ἔχουσιν.
Ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο
σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι·
τῷ καὶ ἐγώ τρέψω ἑτέρην κατʼ ἀταρπὸν ἀοιδὴν
ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ ἀστέρες αἰεὶ
ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν.
ὅσσοι δὴ χθονίῳ τε καὶ αἰπυτάτῳ περὶ κέντρῳ
ἀστέρας εὐερ γοὺς φῶτες βεβαῶτας ἔχουσιν,
οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν,
ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται,
ἢ κέντροις τούτοισι φέρουσ ἐπιμάρτυρον αἴγλην.
παῖδας δʼ ἑσ θλοδόται κέντρων καὶ ὄπισθ’ ἐπιόντες
δῶκαν ἀεὶ δισσούς, εὖτ’ ἂν ζώοισι δισώμοις
φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ ἂν ἐπῶσιν
τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν,
ἔξοχα δʼ εἴ κ’ ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν.
ὣς δʼ αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ
ἠέ θʼ ὑποχθονίῳ Φἰαίνων καὶ Ἄρης ἐπιόντες
δυστεκνίην ἢ πάμπαν ἀπαιδίην ἐπέκλωσαν.
ἀλλʼ Ἄρης σὺν Μήνῃ ἰδʼ Ἀφρογενεῖ πάλι φαίνων
δῶκε τέκνων γενεήν· Ἐρμῇ δʼ ἅμα νόσφισε παίδων.
ἤν δὲ Κύπρις μὲν ἔῃ ζώῳ Κρόνου, αὐτὰρ ὅγʼ οἴκῳ
ἔμπαλι Κυπρογενοῦς, παίδων γενεὴν τότʼ ἀφαιρεῖ.
εἰ δʼ ἔτι καὶ Πυρόεις Παφίην ἀκτῖσιν ὁρῴη,
ὠμοτόκοις ὠδῖσι γονὴν ἔρραισαν σπασαν.
εἰ δὲ μεσουρανίῳ ζώῳ κενεῷ γεγαῶτι
Τιτὰν καὶ Πυρόεις ἄμφω κατόπισθεν ἕπωνται,
χῆρον ἀεὶ τεύχουσι δόμον γλυκερῶν ἀπὸ τέκνων.
ὅσσαι δὲ Στίλβοντι καὶ Ἠελίῳ ἅμα Μήνην
ἐν ζώῳ ἴσχουσι μεσουρανέοντι δισώμῳ,
νηδύος εἴσω σπέρμα γονῆς διδύμοιο λάβοντο.
εἰ δὲ δυσὶν σελάεσσιν ὁμοῦ πάλιν ἀστέρες εἶεν
καλοί, ἰδʼ ἐν ζώοις δισσοῖς παρεόντες ὁρῷντο,
καὶ δὲ καὶ ὡρονόμος ζώῳ φαίνοιτο δισώμῳ,
τῆμος ἀδελφειοὶ παιδὸς δίδυμοι προγένοντο.
εἰ δὲ πολυσπέρμοισιν ὁμοῦ ζώοισιν ἐπεῖεν
ἀστέρες ἐσθλοδόται, παίδων πληθύν χαρίσαντο.
οἱ δ ὀλοοί, κἢν δῶσι γονὴν τεκέων μερόπεσσιν,
ἢ πάλιν ἂψ ἀφέλοντʼ ἢ ἀνάρσια θέντο τοκεῦσιν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
