# Apotelesmatica 4.1.260-299

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.260-4.1.299. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.260

Ἀμφί γε μὴν τεκέων γενεῆς ἄλις· ἦ γὰρ ἐχέφρων
ἀνὴρ καί κʼ ἀπὸ τῶνδε, τὰ δὴ λίπον, ὦκα φράσαιτο·
ἐξῆς δʼ ἡμετέρῃσιν ἀοιδῇσιν καταλέξω,
ὅσσους ἱμερτῆς παίδων φύτλης ἀπάμερ σαν
ἀστέρες, ἡδʼ ὅσσας ἀτόκους τεύχουσι γυναῖκας.
ὁππότʼ ἂν ἐν ζώοισι Κρόνου καλὴ Κυθέρεια
φαίνηται, αὐτὸς δὲ Κρόνος διάμετρος ὁρῆται,
νωθροὺς ἐς φιλότητα καὶ ἀσπέρμους μάλα τεύχει.
καὶ δʼ ὁπότʼ ἄν Φαίνων τε καὶ Ἄρης Ἀφρογενείης
οἶκον ἐπέρχωνται, Κύπριδος τετραγώνου ἐούσης
ἢ τοὺς ἀντιπέρηθεν ἑαῖς ἀκτῖσιν ὁρώσης,
εὐνοῦχοι τελέθουσι γονῆς ἐς πάμπαν ἄμοιροι.
ὣς δʼ αὔτως, κἤν Κύπρις ἐνὶ Κρόνου οἴκῳ ὁδεύῃ,
σὺν δὲ Κρόνῳ Πυρόεις κείνης δόμον ἀμφιπολεύῃ,
Ἑρμῆς δὲ ζῶον κατέχῃ Κρόνου ἠδέ τʼ Ἄρηος,
εὔνιδες οἱ μάλα τοι τεκέων ἄγονοί τε πέλονται.
ναὶ μὴν καὶ Στίλβων εὖτ’ ἂν μεσάτῳ περὶ κέντρῼ
στείχῃ, τῷ δʼ ὀλοὸς Φαίνων κατένανθʼ ὑπόγειος,
ἀλλήλαις δʼ αὖ Μήνη ἰδʼ Ἀφρογενὴς τετράγωνοι,
καὶ τὴν μὲν Φαίνων, Μήνην δέ τʼ Ἄρης δεκατεύῃ,
γείνοντʼ ἠὲ γονῆς τητώμενοι, ἠὲ δίμορφοι
ἄλλα μὲν Ἑρμείῃ, τὰ δʼ ἐοικότες Ἀφρογενείῃ.
εἰ δὲ Σεληναίη μὲν ἐνὶ Στίλβοντος ὅροισιν,
ἄρσενι δʼ ἐν ζώῳ Κύπρις πέλοι ἐν Κρόνου οἴκῳ,
μηδʼ ὅσον ἀμφοτέρας Ζηνὸς καταδερκομένοιο,
στείρας ἠδʼ ἀτόκους τῆμος θήκαντο γυναῖκας.
ὁππότε δʼ οὖ Φαίνωνμὲν ὑπὲρ κέντρουμεσάτοιο
ἱστῆται, τῷ δʼ αὖτε καταντιπέρην Ἀφροδίτη,
ἤτοι ἀπείρητοι τεκέων ἐπὶ πάγχυ γένοντο,
ἢ φθείρουσι γονὰς ἀπὸ γαστέρος ὠμοτοκοῦσαι.
εἰ δʼ ἐσθλὸς Φαέθων τοῖσίν γʼ ἐπιμάρτυρος εἴη,
ψευδέσιν ὠδίνεσσι λάθρῃ παίδων ἐγένοντο
μητέρες ἀλλοτρίων καὶ ὑποβλήδην ἐτέκοντο.
εἰ δʼ ἄρα καὶ Πυρόεις μαλεραῖς ἀκτῖσιν ὁρῴη,
πάντʼ ἀναφανδὰ πέλει, τάγε δὴ λάθρῃ ἐξετέλεσσαν.
εἰ δʼ ἀγαθῶν ἄστρων παναπόστροφον οἶμον ἰόντων
ἀνδρὸς ἔοι γενέθλη, τότʼ ἀεικέα ἔργα τελοῦσιν·
κέρσαντες γὰρ ἀχρεῖον ἑοῦ ἀπὸ σώματος αἰδῶ
καὶ κυσὶ μήδεα δόντες ἑκοντὴν ὠμὰ δάσασθαι,
λιτοὶ ἀγείροντες γαῖαν κατὰ πᾶσαν ἀλῶνται.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
