Ancient Greek
Book 4, lines 4.1.300-4.1.340
Manetho Astrologus, Apotelesmatica 4.1.300-340
Not analysed yet
ὅσσαις δʼ αὖτε γυναιξὶν Ἄρης Φαέθων τʼ ἐπὶ κέντρῳ
αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ
φαινομένης, αὐτοῦ τε Κρόνου ζώῳ ἐν ἐκείνης
δερκομένου αέθοντα μεσουρανέοντα καὶ Ἄρην,
τῇσιν Μοῖρ’ ὀλοὴ τέκνων στάχυν οὔποτ’ ἔνειμεν.
Τόσσʼ εἰπὼν ἀτέκνων τε καὶ ἀσπέρμων περὶ φωτῶν,
ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας,
αὐτίκʼ ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο
πληθύν, ὁπόσοι τε μιῆς ἀπὸ γαστρὸς ἔασιν
ἔκ τʼ οἴων πατέρων, ὅσσους τʼ ἐπιμὶξ ἐτέκοντο
μητέρες ἀλλοίοισι παρ’ ἀνδράσιν εὐνηθεῖσαι.
ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν,
ὅσσοι ἐφʼ ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται,.
ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν
ἀστέρες, ἢ σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν.
ὁππότε δʼ ἐξ ὥρης τριτάτου τʼ ἀπὸ δεικήλοιο
ὁπότʼ ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον,
οὐκ ἔλαθεν σοφὸν ἅνδρα καὶ ἴδμονα μαντοσυνάων.
ὣς δʼ αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη
συμφέρετʼ, ὅσσοισι μέχρις φάσιος συνέμιξεν·
τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει.
εἰ δʼ ἄρα μή τινι Μήνη ὁμοῦ θέοι ἠὲ συνάπτοι,
τόσσοι ἀπʼ ἀλλοίων μικτοὶ τελέθουσι τοκήων.
ἐν δὲ δισώμοις ὅσσοι ὁμοῦ Μήν ῃ φορέονται,
ἢ συναφὴν δείκνυντʼ, ἤ μαρτυρίῃσιν ὁρῶσιν,
δισσοὺς οἵγε κασιγνήτους θνητοῖσι νέμουσιν.
εἰ δʼ ἐθέλοις δεδαῆσθαι, ἀπαὶ πατέρων μὲν ὁπόσμητρῴης
δʼ ἀπὸ γαστρὸς ὅσοι γεγάασιν ὅμαιμοι,
ὃς μὲν γὰρ φαίνει πατρὸς γόνον, ἡ δʼ ἄρα μητρός.
εἰ δʼ ἄρʼ ἄχρις φάσιος μὴ δή τινι φωτὶ συνάπτοι
παμφεγγὴς Μήνη, ζώῳ δέ τʼ ὄπισθεν ἰόντι
ἢ Κρόνος ἢ Πυρόεις ἐπιμάρτυροι ἰνδάλλωνται,
ἢ παύρους θῆκαν γνωτούς, ἢ καὶ σπαναδέλφους.
ταῦτα δὲ ῥέζουσιν καὶ ὅτʼ ἂν μεσάτου κατὰ κέντρου
ξυνὰ θέωσʼ ἢ ὄπισθεν ἐπαντέλλοντες ὁρῶνται,
κἤν ἐκτὸς κέντροιο, κασιγνήτους ὀλέκουσιν.
καὶ δὲ καὶ ὡρονομῶν Φαίνων, ὁπόσοι προγέγοντο
φωτὸς ἀδελφειοί, πάντας ζωῆς ἀπάμερσεν.
Πολλὰ μὲν οὖν τις τοῖσιν ἐοικότα σήματʼ ἀνεύροι
εἵνεκ ἀδελφειῶν· τέχνας δʼ ἐγὼ αὐτίκα λέξω
ἔργα θ’ ὁποῖα νέμουσιν ὀιζυροῖσι βροτοῖσιν.