# Apotelesmatica 4.1.341-380

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.341-4.1.380. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.341

Φαίνων ὡρονομῶν, Ἑρμοῦ δύνοντος ἔναντα
καὶ Μήνης μεσάτοιο φαεινούσης κατὰ κέντρου,
δεικήλων ξεστῶν καὶ ἐπʼ ἀνθηραῖς λιθάκεσσιν
σφρηγίδων γλυφέας τεύχει, τοὺς δʼ αὖτʼ ἐπὶ χαλκῷ
ἢ χρυσῷ δαιδάλματʼ ἢ ἀργύρῳ ἐκτελέοντας
εἰκέλια ζώοισιν ὑπὸ γλαφυρῇσι τορείαις,
ο καὶ ἐπὶ σφετέρῃσι τέχναις μέγα κῦδος ἄροντο.
εὖτ’ ἂν δʼ ὡρονομῇ Φαίνων, ζώων δʼ ἀνὰ μέσσον
Ἑρμείης ἐφέπῃ, τῷ δὲ Ζεὺς μάρτυρος εἴη,
ῥητῆρας μύθων ἀγαθούς σοφίῃ τε μάλʼ αἰεὶ
εὐπρεπέας τελέουσι καὶ ἡγητῆρας ἀρίστους
παιδείης· τῶν δʼ αὖτε καὶ ἀλλοδαπῆς ἄπο πολλοὶ
εἰσαΐουσι νέοι, ποτὲ δʼ αὐτῶν παῖδες ἀνάκτων,
ὧν ἄπο χρήματα πολλὰ κλέος τʼ ἄσβεστον ἕλοντο.
ἐν δʼ ὥρῃ Στίλβων βεβαώς, δύνοντι δὲ Μήνη
ἀφνειοὺς γλυκερῷ τε μέγα βρίθοντας ἐν ὄλβῳ·
δυομένοισι δὲ φωσὶ χρεῶν νωμήτορας ἄνδρας,
οὕς δὲ καὶ ἀλλοτρίων κτεάνων ἰθύντορας ἔρξαν·
καὶ δὲ καὶ ἐν τροπικοῖς μὲν ἑῆς πάτρης διέποντας
χρήματʼ ἰδὲ ξυνὸν πλοῦτον· στερεοῖσι δʼ ἐπόντες
ἑζομένους, ὅθι τʼ αἰὲν ἀμείβεται ἀργύρου αἴγλη.
εἰδώλοις δʼ ἐν ὑγροῖσι Κρόνον καὶ φοίνιον Ἀρην
ξυνὴν ἐξανύοντας ὁδὸν Τιτὰν ὅτε λεύσσῃ,
πλωτῆρας νηῶν τε κυβερνητῆρας ἀρίστους
τεύχει, Ζῆνα δʼ ὁρῶν, καί τʼ ἀπταίστους ἐνὶ πάτρῃ.
χρυσοφαὴς δʼ Ἑρμῆς καὶ παμφαίνουσʼ Ἀφροδίτη
ὁππότʼ ἂν ἀλλήλων οἴκοις φαίνωνται ἐπόντες
ἢ καὶ ἐναλλάγδην ὁρίων μοίρῃσι βεβῶτες,
μολπῇσιν γλυκερῇσι μεμηλότας ἄνδρας ἔτευξαν,
ἢ λιγυρῆς κιθάρης ἐπιίστορας ἠδὲ καὶ αὐλῶν.
ταῦτα δʼ ἄρʼ ἐκτελέουσι, καὶ ἤν ξυνὴν ἀνύωσιν
οἶμον, τοῦ μὲν ἐπόντος ὅροις, τῆς δʼ αὖτε κατʼ οἶκον.
μεσσοτάτῳ δʼ εὖτ’ ἂν κέντρῳ Θοῦρός τε καὶ Ἑρμῆς
ἕσπωνται κατόπισθε, παλαίστρης ἔργʼ ἐφέποντας
ἢ σθεναροὺς ῥοπάλοις τε γεγηθότας ἐξετέλεσσαν.
εὖτʼ ἄν δʼ ὡρονομῇ Κυθ έρη, Φαέθων δέ τε δύνῃ,
ὑψιφαὴς δὲ Κρόνος κέντρῳ φαίνηθʼ ὑπογείῳ,
θεσπιστὰς θεόληπτα μεμηνότας αἰὲν ἔθηκαν.
ταὐτὰ δʼ ἄρʼ ἐκτελέουσιν ὁμοῦ Κύπρις τε καὶ Ἄρης
κέντρῳ ὕπερθʼ ὥρης ἢ καὶ δύνοντι βεβῶτες.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
