# Apotelesmatica 4.1.381-424

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.381-4.1.424. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.381

ἐς λίβα δερκόμενος Πυρόεις, ἰαίνων δʼ ὑπόγειος.
ἢν περ μὴ Φαέθοντος ὑπʼ ἀκτίνεσσιν ὁρῶνται,
δηναιὸν μόχθοισιν ὑπʼ ἀλγεινοῖς μογέοντας
τεύχουσʼ, ἀχθοφόρων ζώων βίοτον τελέοντας.
ἐν δέ τʼ ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ
αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι
ἐν χοάνοις χρυσόν τε καὶ ἄργυρον αἰγλήεντα
τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας
σήματος· εἰ δέ κε τοῖσι καὶ Ἐέλιος συνέπηται,
ἀσσοτέρας μαλεροῖο πυρὸς τέχνας μογέουσιν,
χαλκὸν μαλθάσσοντες ἰδʼ ἠερόεντα μόλυβδον,
ἄκμοσί τʼ ἐξέλκοντες ἔτι ζείοντα σίδηρον.
εἰ δʼ ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη,
ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει.
αὐτὸν δʼ εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν,
ἤν καὶ ἄμʼ Ἑρμείῃ τε καὶ ἄλλοις Κύπρις ὁρῆται,
ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο.
εἰ δʼ ἄρʼ ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι,
ἤν περ ἅμʼ Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια
φαίνηται, καὶ Ζηνὸς ὑπʼ ἀκτίνεσσιν ὁρῷτο,
ὄργανα δαιδάλλοντας ἰδʼ αἰόλα μηχανόωντας
ἄλλα τε θαυματόεντʼ ἔργʼ οὐκ ἐπιεικτὰ βροτοῖσιν
τεύχοντας ῥέζει, καί σφιν κλέος ἐσθλὸν ὀπηδεῖ
πρήξιος ἐκ τοίης φιλίη τʼ ἀγανῶν βασιλήων.
τοίην δʼ ἢν συναφὴν Μήνης Φαίνων τε καὶ Ἄρης
δέρκωντʼ, ἐσθλοδόται δέ τʼ ἀπόστροφοι ἰνδάλλωνται,
ποιμένας ἀγρονόμους τε βοῶν ἀγέλας ἐλάοντας,
ἵππων τʼ ὠκυπόδων σημάντορας, ἠὲ συφορβούς,
οὓς δʼ ἄρα πενθαλέων τύμβων θῆκαν πυλαωρούς.
ὁππότε δʼ αὖ κέντρῳ μεσάτῳ Θοῦρος μὲν ἐπείη,
Φαίνων δʼ ἕσπηται, τῆμος μάλα μοχθίζοοντες
ἀνέρες ἐξεγένοντο, πικρὴν ὀτλεῦντες ὀιζύν.
ὁπποίην δὲ δύην βιότου κείνων λάχʼ ἕκαστος,
ζώ διά τοι κρίνει, τοῖς ἀστέρες ἐμβεβάασιν·
ἐν μὲν τετρ απόδεσσʼ ἐχυρῶν δωμήτορας οἴκων
λαοτόμους τʼ ἔρδουσιν ὑπὲρ νώτων φορέοντας
ἄχθεα καὶ λᾶας βριαρούς, ποτὲ δʼ ἐκτελέουσιν
ἔργων τεκτοσύνης στάθμης τʼ ἐπιίστορας ἄνδρας·
ἐν δʼ ἄρα χερσαίοισι λιθοξόοι ἐξεγένοντο
ἠδέ τʼ ἀγάλματα καλὰ τέχναις τεύχοντες ἑῇσιν
δαίδαλά τʼ ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος·
ζώοις δʼ ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί,
εἰνοδίην κόπρον τε καὶ ὄνθον δηθὰ φέροντες,
κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
