# Apotelesmatica 4.1.425-471

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.425-4.1.471. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.425

εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη
τετραπόδων ζώων κείνων ὀδὸν ἐξανυόντων,
ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν
αὐτοὶ ἐφεστηῶτες ἐυκτέανοι τελέθουσιν.
ταῦτα δʼ ἄρʼ ἀμφιέπουσι καὶ ἢν κλίνωσʼ ἀπὸ κέντρων
ἀστέρες, ἀλλ’ ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι.
Τιτὰν δʼ οὖ Πυρόεις τε δεδορκότες Ἀφρογένειαν
ἱστουργοὺς τεύχουσιν ἐυννήτοισι μίτοισιν
φάρεά θʼ ὑφανόωντας, ἢ οὖ ῥυπόεντα πλυνοῖσιν
εἵματα καλλύνοντας, ἢ ἰσχαλέαις βελόνῃσιν
ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας.
ἢν δὲ Κρόν ον Στίλβων ἐσίδῃ σὺθ Ζηνὶ βεβῶτα,
ἀθανάτων ζακόρους σηκῶν θʼ ἀγίων ἱερῆας
τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπʼ ὀμφῆς.
σὺν δʼ Ἄρηι Κύπρις καὶ ἅμʼ Ἡελίῳ παρεοῦσα
αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας.
ἤν δὲ καὶ Ἑρμείης τοῖσιν συμμάρτυρος εἴη,
ἄχθεα θαυματὰ χερσὶ καὶ ὤμοισιν φορέοντας
ἱπταμένους γυίοις ἐναλίγκιον ὀρνίθεσσιν,
πιλναμένους τε νέφεσσιν ἐπʼ ἠνεμόεντι πετεύρῳ.
ἐν δʼ ἄρα δεικήλῳ βροτοειδέι σύν Πυρόεντι
Ἑρμείης βεβαὼς παίδων πρηκτῆρας ἔθηκεν
αἰὲν ἀλωομένους ξείνης ἐπὶ πείρασι; γαίης,
πόντον τʼ ἐξανύοντας ἐπʼ ἐμπορίαις θαμινῇσιν,
ἢ παίδων φύλακας φρουρούς θʼ ἥβης ἐρατεινῆς.
ἢν δʼ αὐτοὺς Κρόνος αἰνὸς ἐπὶ ζώου πτερόεντος
δέρκητʼ, ἠὲ καὶ αὐτοὶ ἐνὶ πτερόεντι πέλωνται,
ἰχθυβόλους τεύχουσʼ ἀλίων δεδαηκότας ἔργων,
ὀρνίθων τε θοῶν θηρήτορας ἠὲ τιθηνούς,
οὓς δὲ καὶ ὠμοβόρων θηρήτορας ἠὲ τιθηνούς,
δαμναμένους τιθασοῖσιν ὑπʼ ἤθεσι πρηΰνοντας.
εἰ δὲ μέσον κέντρον Πυρόεις Φαίνων τʼ ἐφέποιε,
μοίραις δʼ, ἅς κε θέωσʼ αὐτοί, ἑτέροιο τύχοιεν,
μηδέ τις εὐεργῶν κείνων χῶρον καθορῴη,
τέχνῃσιν μυσαραῖς λυγρὸν βίον ἐξανύουσιν·
ἤτοι γὰρ νέκυας βλαβερῇ πνείοντας ὑπʼ ὀδμῇ
γαστέρας ἀμπτύξαντες ἰδʼ ἔγκατα πάντʼ ἀφύσαντες
χρίουσιν κέδρου κυαναυγέος ἔνδοθι πίσσῃ,
ἢ τοίγʼ εὐχανδεῖ χαλκῷ κοίλοις τε λέβησιν
πυθομένοις μέλδουσιν ἅμ ἰχθύσιν οὐλοὸν ἅλμην.
ἦμος δʼ Ἑρμείαο δόμοις καλὴ Κυθέρεια
σύν τʼ αὐτῷ Στίλβοντι φαείνητʼ, ἠέ θʼ ὅροισιν
ἀλλήλων βεβαῶτες ἐναλλάγδην φορέοιντο,
θείῃσιν σοφίῃσι κεκασμένοι ἐξεγένοντο
ἀνέρες· ἢ γὰρ μέτραμακρῆς χθονὸς ἐξεδάησαν
ᾗσιν ἐπιφροσύνῃσιν, ἢ ἀρθέντες πραπίδεσσιν
ἀθανάτων ἔργων φύσιος πέρι μητιόωσιν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
