# Apotelesmatica 4.1.472-514

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.472-4.1.514. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.472

εἰ δʼ ἄρα καὶ Φαίνων τούσδʼ ἀκτίνεσσιν ὁρῴη,
μάντιες ἀστρονόμοι τʼ οἰωνοπόλοι τʼ ἐγένοντο
ἐκ σπλάγχνων τε βροτοῖς θυέων τʼ ἄπο θεσπίζοντες,
ἢ μάγοι ἀρρήτοισι θεοὺς καλέοντες ἀοιδαῖς.
εἰ δʼ Ἑρμῆς μὲν ὅροις Ζηνὸς πέλοι, ἔμπαλι δʼ Ἑρμοῦ
κεῖνος, ἰδ’ ἀλλήλους φιλίαις ἀκτῖσιν ὁρῷεν,
παίδων ἡγητῆρας ἀγακληεῖς τʼ ἐτέλεσσαν
ῥητῆρας μύθων σοφίῃσί τε πάμπαν ἀρίστους.
ὣς δὲ καί, ἢν ὥρης μὲν ἔχῃ κέντρον σοφὸς Ἑρμῆς,
αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν,
πρὸς δʼ ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις,
ὄργανα θέσκελʼ ἑαῖς πολυμηχανίῃσι τελοῦντας.
Zηνὸς δʼ ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος
ἤν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν
ἐμπορίῃ νηός θʼ ἡγήτορα ποντοπόροιο.
εἰ δʼ Ἑρμῆν λεύσειε Κρόνος σφετέροις ἐν ὅροισιν
αὐτὸς ἐὼν ἢ ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν
γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν
μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας.
ξυνὴν δʼ ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρη τε
καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας
θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας.
ἀλλήλωνδʼ ἐπιβάντες ὅροις Φαίνων Πυρόειςτε
δείκηλον κατὰ ταὐτὸν ἢ ἀντιπέρην βεβαῶτες
θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν
ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν,
ἢ θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς.
εἰ δʼ Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατʼ αὐτὸ
ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας,
ἢ ναύταις ὀλοαῖς ὑπʼ ἰωκαῖς κῆρας ἄγοντας
ῥέζει, ἀτὰρ θανάτοιο τέλος τετληότας αἰνόν,
πρίν τε θανεῖν κρυερῇσι δαἴζομένους ὀδύνῃσιν.
ὁππότε δʼ αὖτʼ οἴκους μοιρῶν θʼ ὅριʼ ἀλλάξωσιν
ἀλλήλων Κύπρις τε καὶ εὐφεγγὴς θοὸς Ἑρμῆς,
αὐλῶν ἢ κιθάρης ἢ ἀοιδῆς εὐρύθμοιο
ἠὲ καὶ ὀρχηθμοῦ βητάρμονας ἴδριας ὄντας
θήκαντ, ἢ χλεύῃσι λάλοις μάχλοις τʼ ἐπέεσσιν
τέρποντας, τραγικῆς τε βαρυβρόμου ἵστορας οἴμης,
αἰὲν ἐπʼ εὐρυχόροισιν ἀλωομένους θυμέλῃσιν.
εἰ δέθʼ ὅροις Ἑρμοῦ Τιτάν, αὐτός θʼ ἅμʼ ἐκείνῳ
Ἑρμείης φαίνηται, ἀεθλητῆρας ἔτευξεν.
κἢν μὲν δὴ τούτοισι συνῇ καλὴ Κυθέρεια,
κυδάλιμοι νίκῃσι πολυστεφέες τʼ ἐγένοντο·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
