# Apotelesmatica 4.1.515-557

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.515-4.1.557. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.515

εἰ δὲ Κρόνος κατέναντʼ ἐπιμάρτυρος ἢ τετράγωνος
ἠὲ συνὼν φαίνηται, ἐπὶ χθόνα πᾶσαν ἀλῶνται
ἀστεφέες ψαφαροῖς τε μάτην σταδίοισι μογεῦντες.
ὡρονόμον δʼ ἀκτῖσιν ἑαῖς λεύσσουσα Κυθήρη
ἐκ πυρὸς ἢ πολιοῖο τέχνας ὤπασσε σιδήρου.
ἢν δʼ Ἑρμῇ χῶρον καθʼ ἑὸν βεβαῶτι συνάπτῃ
ἢ σύμφωνος ὁρῆται ὑπὸ Στίλβοντι Σελήνη,
αἰόλα δαιδάλλοντας ἑαῖς χείρεσσιν ἔφηναν
ἐκ πριστοῦ ἐλέφαντος ἢ ἐκ Λύγδοιο φαεινῆς
εὐτήκτου τʼ ἀπὸ κηροῦ ἐυξεσταῖς σανίδεσσιν
μορφὰς μιμηλῇσι χαρασσομένους γραφίδεσσιν.
μέσσῳ δʼ ἐν κέντρῳ Θοῦρος σφετέροιο κατʼ οἴκου
Ἑρμῇ ὁμοτροχάων τέχνας ὤπασσε βαναύσους.
εὖτε Σεληναίη δὲ μεσουρανίου ἀπὸ κέντρου
κλίνῃ, ἀτὰρ Φαίνων τε καὶ Ἄρης κέντρῳ ἐπῶσιν,
τῆμος ὅσοι φῦσαν, νεκυοστόλοι ἐξεγένοντο,
ἡ φρουροὶ νεκύων τύμβοις ἔνι ναιετάοντες.
εἰ δὲ γυναικὸς ἔῃ γενέθλη, τοῖσιν δὲ συνείη
Ἀφρογενής, τεγέεσσιν ἐφήμεναι αἴσχεα δρῶσιν.
ὁππότε δʼ ὡρονομῇ Στίλ βων ζῶον κατὰ θῆλυ,
δεικήλῳ δʼ ἐνὶ θηλυτέρῳ καὶ Μήνη ἐπείη,
ὡρονόμῳ δὲ Κρόνος τε καὶ Ἄρης ὁππότε. κέντρῳ
αἰπυτάτῳ ἐφέπωνται, ὀιζυροὶ γεγάασιν
φῶτες· Δινδυμίῃ γὰρ ἀγείροντες κατὰ δήμους
καὶ πόλιας πλάζονται ὁμοῦ ῥόπτροις τε καὶ αὐλοῖς,
χερσὶν ἑαῖς κόψαντες ἄφνω τεκνοσπόρον αἰδῶ.
Ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο
πρήξιας ἢ τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν
ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν.
ἐξείης δʼ ἄρʼ ἔπειτα σίνη περὶ σώματα θνητοῖς
ὁππόσʼ ἐπεκλώσαντο καὶ ὁπποίας κατʼ ἀταρπούς,
ἐξερέω μάλα παῦρʼ, ἐπεὶ οὔτινα φῶτʼ ἐνὶ τόσσοις
ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό κʼ ἐφεύροις.
εὖτʼ ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς
ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται,
ὀφθαλμῶν σέλας ἀμφοτέρων ἢμερσε βροτοῖσιν·
ἤν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν
ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει·
τοῦτο δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει.
ἢν δύνοντα δʼ Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμὴς,
ἢ μανίην ἢ νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν.
ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δʼ ἐφέπωσιν
Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
