# Apotelesmatica 4.1.643-682

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.643-4.1.682. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.643

καὶ δʼ ἄρα καὶ κλήροιο τύχης μεδέων ἀπάμερσεν
ὄλβον, ὅτʼ αὐτὸς ἔοι κέντρου βαίνων προπάροιθεν.
πρὸς δὲ μεσουρανέοντες ὁμοῦ Φαίνων τε καὶ Ἄργς
κλῆ'ον ἢ οὐκ ὤπασσαν ἢ οὖ δόντες γʼ ἀπάμερσαν·
ὣς δὲ καὶ εἰ τόδε κέντρον ἀπὸ πλευρῆς τετραγώνου
ἢ διάμετροι ὁρῷεν, ἄφνω ἀπενόσφισαν ὄλβον.
ἐν πενίῃ δὲ μογεῦσι καὶ ὅσσοις φ ῶτα δύʼ ὥρην
μὴ λεύσσῃ, πάμπαν δέ τʼ ἀπόστροφον οἶμον ὁδεύῃ.
εἰ δʼ ἄρα δὴ Μήνην δεκατεύωσʼ ἀστέρες ἄμφω
Ἄρεος ἠδὲ Κρόνοιο, Διὸς δέ τʼ ἀπόστροφος ἀστὴρ
εἴη, ὀιζυροὶ καὶ ἀχρήμονες ἐξεγένοντο·
ἔξοχα δʼ εἰ καὶ ζῶον ἐπαντέλλον μετόπισθεν
Μήνης εκ Ζηνὸς κενεὸν καὶ ἀμάρτυρον εἴη·
δευόμενοι βιότου γὰρ ἀγείρουσιν κατὰ ἄστυ.
εἰ δὲ Διὸς μὲν ὁρῷτο, μέσου Ὑοερίονος, αἴγλη,
κέντρον δʼ ἀμφὶς ἔχωσι τόδε Κρόνος ἠδὲ καὶ Ἀρης,
ὃο μὲν ὑπερτέλλων, Ἄρης δέ τʼ ὄπισθε διώκων,
ὄλβου καὶ κτεάνων οἶκον πλήθοντα κένωσαν.
ἢν δὲ μεσουράνιον κέντρον κενεὸν Διὸς εἴη,
οἱ δʼ ὀλοοὶ ἑκάτερθε φαείνωσιν, τότε θνητοὶ
οὐ μόνον ἐν κρυερῆς πενίης κάμνουσιν ἀνίαις,
ἀλλὰ καὶ ἐν δεσμοῖς θανάτου τέλος ἐξανύουσιν.
ἦμος δʼ ἂν Πυρόεντος ἀπορρείουσα Σελήνη
ὥρῃ ἐφέσπηται, συναφῇ Φαίνοντι συνοῦσα,
κέντρον δʼ αὖτε μεσουράνιον ψαέθων Φιέπῃσιν,
τερφθέντες πλούτῳ γλυκερῷ μετόπισθε πένονται,
οἱ δὲ καὶ ἐν συνοχῇσι καὶ ἐν δεσμοῖς ἐγένοντο.
εἰ δέ κʼ ἐναλλάξαντες ὅρους ἢ ζῶα θέωσιν
ἀλλήλων Πυρόεις τε καὶ Ἑρμῆς χρυσοπέδιλος,
σὺν Διὶ δʼ Ἠέλιος κέντρον κατέχων ὑπόγειον,
ἐκ προτέρου βιότου κτεάνων τʼ ἄφαρ ἐξεκύλισαν,
θωάς τʼ ἀλλοτρίων τέχναις ἄτας τʼ ἐπάγουσιν.
εἰ δὲ μεσουρανέοντα Κρόνον καλὴ Κυθέρεια
ἤ Φαέθων, πατρῷα βροτὸς μάλα πάντʼ ἀπολέσσας
αὖθις ἀπʼ ἀλλοτρίων κτεατίσσεται ἄρκιον ὄλβον.
ἢν δʼ Ἄρης διάμετρος ἔῃ, κἢν ἄσπετος εἴη,
ἐς κρυερὴν πενίην πάλιν ἵξεται, ἢν πρὶν ἔλειπεν.
ἢν δὲ καὶ Ἠελίῳ Μήνη συνέῃ κατὰ κέντρου
ἐκ Κυθέρης ἢ ληνὸς ἀμάρτυρος, ἀλγινόεσσα
πάγχυ πέλει γενέθλη προτέρου τητωμένη ὄλβου.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
