# Apotelesmatica 4.1.683-723

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.683-4.1.723. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.683

Παῦρα μὲν ἐκ πολέων ἀμφὶς πενίης τάδε λυγρῆς
ἤεισʼ· αὐτὰρ νῦν δμώων γενέθλης πέρι λέξω
πῶς κε διακρίνειεν ἀνὴρ τάδε θέσφατα εἰδώς.
εὖτε Σεληναίης καὶ Κύπριδος ἀστέρες αἰνοὶ
Φαίνων καὶ Πυρόεις ἀμφοῖν καθυπέρτεροι εἶεν,
δμῶες καὶ δμώων τοκέων τοίγʼ ἐξεγένοντο.
εἰ δʼ Ἀφροδίτην μὲν Φαίνων καὶ Ἄρης καθορῷεν,
Μήνῃ δʼ οὖ Φαέθων τε Κρόνος τʼ ἐπιμάρτυροι εἶεν,
δουλοσύνην προφυγόντες ἐλεύθερον ἦμαρ ἴδοιεν.
ἦμος δʼ Ἠέλιον Φαίνοντά τε πυρφόρος Ἄρης,
Κύπριν δʼ αὖτε Κρόνος κρυεραῖς ἀκτῖσιν ὁρῴη,
ἐκ δμώων γεγαῶτας ἑοῖς ἰσοῦσιν ἄναξιν.
εἰ δὲ Κρόνῳ μὲν ἰδʼ Ἠελίῳ μάρτυς πέλοι Ἄρης,
Ζεὺς δὲ Σεληναίῃ τε καὶ Ἀφρογενεῖ, θεράποντος
πατρὸς ὁ φὺς ἔσεται, μήτηρ δέ τʼ ἐλευθέρη αὐτῷ.
ὁππότε δʼ οὖ κερόεσσα Σεληναίη ὑπόγειον
ἢ δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος
ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος
ἀστὴρ σὺν Παρί ῃ ἢ καὶ διάμετρος ὁρῷτο
ἢ τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο.
εἰ δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη
ἢ Τιτῆνʼ, ἕτερον δὲ φάος Πυρόεις καθορῆται,
δμώων ἀμφοτέρων τοκέων φράσσαιο γεγῶτα.
καὶ δὲ καὶ ὁππότʼ ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη,
ἄλλῳ δʼ αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο,
νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι,
δουλοσύνης ζυγὸν αἰὲν ἐπʼ αὐχέσιν οἷσι φέρουσιν.
εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέ τʼ ἀπʼ αὐτοῦ
ἅρμʼ ἐλάοι, κατόπισθε δʼ ἐπαντέλλοντι συνάπτοι,
ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπʼ αὐγαῖς
δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν.
ὁππότε δʼ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη
εὐεργῶν μηδʼ ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων,
οἱ δʼ ὀλοοὶ Φαίνων τε καὶ Ἄρης ἠὲ καθʼ ὥρης·
ἐμβεβαῶτες ὁρῶνται ἢ ὡρονόμῳ τετράγωνοι
ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ
παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται.
δμῶες δʼ αὖτʼ ἐγένοντο, καὶ ὁππότε φάεα δοῖο
Μήνης καὶ Τιτῆνος ἀποκλίνωσʼ ἀπὸ κέντρου,
συναφὴν τεύχωσʼ ὀλοεργέσιν ἀστράσιν οἵδε,
μὴ Διὸς οὖ λεύσσοντος ἢ ἁβροκόμοιο Κυθήρης.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
