# Apotelesmatica 4.1.724-754

Manetho Astrologus, Apotelesmatica, Book 4, lines 4.1.724-4.1.754. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/4.1.724

εὖτ’ ἂν δʼ ὡρονόμῳ Φαίνων Κύπρις τʼ ἰσόμοιροι
ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν
οὐχ ἑνός, ἄλλοτε δʼ ἄλλῳ ὑποδρήσσοντας ἄνακτι,
δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός.
εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γʼ ἐπιμάρτυρος εἴη,
καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ.
Ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν
σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα.
Αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα
γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι.
ἀλλʼ οὔ κʼ ἀσφαλέως τις ἀείδοι τήνδε γʼ ἀοιδήν·
μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων
ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδʼ ἀλεεῖναι·
τῷ δὴ τόνδε γε μῦθον ἔχων ἂρρητον ἐάσω.
Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν
ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων,
ἧχι πέλε, ζώοισί τʼ ἐν οἷς ὥρη πέλʼ ἐκείνη,
τῇ μʼ ἀπὸ γαστρὸς ἔφηνε πολύλλιτος Εἰλείθυια,
ὄφρα καὶ ὑστατίοισιν ἐπʼ αἰώνεσσι δαέντες
πείθωνται, τάτ’ ἐμοὶ δωρήσατο Μοῖρα δεδάσθαι
ἄστρων ἰδμοσύνην τε καὶ ἱμερόεσσαν ἀοιδήν.
Ἠέλιος μὲν ἔην Διδύμοις, τῷ δʼ οὖθ’ ἅμα καλὴ
Κύπρις καὶ Φαέθων ἐρατὸς καὶ χρύσεος Ἑρμῆς
Ὑδροχόῳ δὲ Σεληναίη Φαίνων τε καθʼ ὥρης,
πουλυπόδῃ δʼ Ἄρης ἐν Καρκίνῳ, ἀμφὶ δὲ μέσσον
οὐρανὸν ἐστρωφᾶτο βέλος Κένταυρος ἀνέλκων·
τὼς μὲν ἐμὴν γενέθλην Μοῖραι διετεκμήραντο.
Αὐτὰρ ἐγὼ Μούσῃσι καὶ αἰθερίοισιν ἅμʼ ἄστροις
εὐξάμενος λιγύν ὕμνον ἐμὴν καταπαύσω ἀοιδήν·
ἀστέρες εὐφεγγεῖς, Διὸς αἰγιόχου τε θύγατρες,
ἵλατε καὶ κλέος αἰὲν ἐμῇ πορσύνετʼ ἀοιδῇ.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
