# Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..1-52

Manetho Astrologus, Apotelesmatica, Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..1-5.ΒΙΒΛΙΟΝ Δ..52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/5.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%94..1

Οὐρανίων ἄστρων ἀτραπούς, πλάστιγγας Ἀνάγχης,
ᾗσιν ἐφημερίων μερόπων γένος ἐκμεμέτρηται,
Μοιράων τε κέλευθα βροτήσια, καὶ πλάνα φέγγη
ἀπλανέων τʼ αὐγὰς πυριλαμπέας ἐξονομήνω,
ζωιδίων τε πόλοιο περίδρομον, ὃς κατὰ γαῖαν
αἰθερίην τε κέλευθον ἐν ἡμιτμῆτι πορείῃ
πλαγκτὰ διχαζόμενος διέπει θεομήστορα κόσμον
ἐξ ἠοῦς ἐπὶ νύκτα καὶ ἀντολίης ἐπὶ δυσμάς.
ταῦτα γὰρ ἐξ ἱερῶν ἀδύτων φύσις αἰθερόπλαγκτος
ὀρθὰ τεκμαιρομένοισι διώρισεν ἀνδράσιν ἄστρα,
οἷς πλαγκτὴ κόσμοιο βροτοκλώστειρα χορείη
δόγματος ἐξ ἱεροῖο σαφ πρὸς ἔλεγχον ἰοῦσα,
ἐξ οὗ μὲν καὶ ἐς οἷον ἀμείβεται εἶδος ἕκαστον.
Πρῶτα μὲν οὖν Τιτὰν παντὸς Κρόνος αἰθέρος ἄρχει,
ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπές τε καλοῦσιν·
οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθʼ ἑαυτοῦ
γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην,
εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν,
εὐτυχέας ζωῇ τε καὶ εἰς τέλος αἰὲν ἀμόχθους·
ἔστι δʼ ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο
ζωίδιʼ, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας·
'Υδρχόος, ταμίης νεφελώδεος Οὐλύμποιο,
Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ,
Κριὸς ὅ τʼ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή,
καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν,
τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος·
οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις.
ἢν δέ τʼ ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης
φυομένοις θνητοῖς μέσον οὐρανὸν αἰθερολάμπῃ,
ἢ κείνην ὥρην πανεπίσκοπον ἀμφιπολεύῃ,
παμβλαβέας ῥέζει τε καὶ ἀκτεάνους καὶ ἀδόξους,
ἐνδεέας ζωῆς καὶ ἐφημερίης βιότητος,
καὶ πάσης λύμης ἐπιβήτορας οἰκτρομελάθρους
τεύχει, καὶ λύπης καὶ ἀλημοσύνης μετέχοντας.
Ζεὺς δʼ ἐπὶ γεινομένοισιν ὅτʼ ἂν κυδοσκόπον ὥρην
εἰσλεύσσῃ φαέθοντι πυρὸς θερμοῖο σελασμῷ,
ἢ μέσον οὐρανίης ἀτραποῦ δρόμῳ ἠέρα τέμνῃ,
ἠδὲ κατʼ οἰκείων προφανῇ δεσπόσμασι μοιρῶν,
χρυσοστέπτορας ἄνδρας ἢ ἀρχιερῆας ἀυτεῖ
ἔσσεσθαι, πολέμῳ τε διιθυντῆρας ἀέθλων,
ἠδὲ μεγιστᾶνάς τε καὶ ἀλλοτρίων κτεανισμῶν
δεσποσύνους, οἷς τέκνα καὶ ὀλβίστη παράκοιτις
εἰς ἀρετὴν νεύουσα πολὺ κλέος ἔσσεται οἴκου.
ἡνίκα δʼ ἂν πυρόεις Ἄρεος πυριλαμπέος ἀστὴρ
ἐν καθέτῳ κόσμου μέσον οὐρανὸν ἀμφιπολεύῃ,
τῆμος ὁ φύς ἔσεται μὲν ἐν ἡγεμόνεσσιν ἄριστος,
φρουρητῆρα σίδηρον ἔχων, φυλακάς τε κρατούντων
πίστιν τʼ ἀλκήεσσαν· ἐπὴν δʼ εἰς τέρμα βίοιο
μοιριδίου θανάτοιο μόλῃ πολυπήμονι πότμῳ,
διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει
σφονδυλόεντα τράχηλον ἐς ἰνίον ἀκροτομηθείς,
ἤ διὰ φαρμακτοῖο δόλου νοσερὸν τέλος ἕξει.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
