# Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..193-247

Manetho Astrologus, Apotelesmatica, Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..193-5.ΒΙΒΛΙΟΝ Δ..247. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/5.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%94..193

ἤν Πυρόεις δύνῃ Φαίνοντι συνών ἐπίκεντρος,
Ἑρμείας δʼ ἰσόμοιρος ἐπʼ ἀμφοτέροισι φαανθῇ,
εἰν ὁρίοις καὶ κέντρῳ ἐπὴν ἴσχωσι Σελήνην,
ἀνδροφόνους δρῶσιν, ληίστορας, ἐμπεδολώβας,
κέρδεος ἐχθροτάτου θηρήτορας, οἳ βασανηδὸν
στρεβλὰ κολαζόμενοι σκολοπηίδα μοῖραν ὁρῶσιν
πικροτάτοις κέντροισι προσαρτηθέντες ἐν ἥλοις,
οἰωνῶν κακὰ δεῖπνα, κυνῶν θʼ ἑλκύσματα δεινά.
Ζῆνα δʼ ὅτ’ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς
Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς,
ῥητορικῆς φαίνουσι τέχνης σοφίης τε κρατίστους
ζηλωτὰς σκολιῶν τε λόγων, νεότητά τε λαμπρὴν
γραμματικήν τʼ ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας.
στίλβων δʼ Ἑρμάωνος ὅτʼ ἄν Κυλληνίου ἀστὴρ
φωσφόρον ἀκτίνεσσι βάλῃ Κυθερηίδος αἴγλης,
τάς τʼ αὐγὰς ἐπέχοντες ἐν οὐρανῷ ἀστερόεντι
δωδεκατημορίων σχῶσιν βάσιν εἵλικα, θνητοὺς
γαιομέτρας δείκνυσι μαθηματικούς τε φανεῖσθαι,
ἀστρολόγους, μαγικούς τε θύτας, ἰδὲ μάντιας ἐσθλούς,
οἰωνοσκοπικούς τε, σαφεῖς θʼ ὑδρομάντιας ἔρξεν,
οἷς λεκανοσκοπίη πιστεύεται ἢ νεκυϊσμός.
Κυπρογενὴς δʼ ἀκτῖνας ἐς ἠέρα πυρσοβολοῦσα
ἄμμιγα φωτὶ Κρόνου τεύχει μεροπήια ἔργα
δοῦλα θεῶν ἱερῶν τε νεωκόρα λυσσομανοῦντα,
νοῦν τε σεληνάζοντα προφητάζοντά τε θνητοῖς.
Ἠέλιον δʼ ἀκτῖσιν Ἄρης πυριλαμπέσι βάλλων,
Μήνης ὁρμώσης μίγα Κύπριδι κοινὰ σὺν αὐτοῖς,
θηλυτέρους, γονίμων μηδέων ἀπαμήτορας ἄνδρας
γαλλομανεῖς τʼ ἔσσεσθαι ἀγυρτῆράς τε προφαίνει,
καὶ πολυπλαγκτοσύνης ἐπιβήτορας οἰκτροκελεύθους
δυστυχέας, καμάτου τε κακοῦ διαδέκτορας αἰεί.
ἢν δὲ Σεληναίην ἑλικάστερον αἰθροβολήσῃ
ἀκτῖσι χρυσέῃσι φιλομμειδὴς Ἀφροδίτη,
ἢ κοινῶς ἐπὶ ταὐτὸ πόλου διὰ κύκλα περῶσιν
δωδεκατημορίοισι, προφήτορας ἱερολάμπρους
ἀνέρας ἐμφαίνουσι, καὶ ἐν τελετῇσιν ἀρίστους
μυστιπόλους ῥεκτῆρας ἰδʼ ὀργιόωντας ἔσεσθαι.
Ἄρης δʼ Ἑρμείαν διὰ λαμπάδος ἀντία βάλλων,
ἢ δρόμον εἰς ἰσόμοιρον ἰὼν μετὰ τοῦδε σελασμοῦ,
σωματοφρουρητῆρας ἰδʼ ἔμπαλι σωματοφόρβους,
πλαστογράφους τεύχει τε καὶ ἐν ψευστοῖς προφέροντας,
καὶ θεολωβήτας, κακοεργέας, ἀφθιτομίσους
καὶ κατονειδιστῆρας ἐν ἀλλοτρίῃσι βλάβῃσιν,
ψέκτας ἀνθρώπων διαβλήτορας, οἷς τὸ τεχνασθὲν
εἰς ἀπάτην δολόεσσαν ἀληθείης πέλας ἥξει.
ἡνίκα δʼ ἂν σὺν τοῖσι καὶ Οὐρανίδης Κρόνος ὀφθῇ
ζωιδίῳ, βαίνων τε κατʼ αἰθέρα φαίνοπι ῥόμβῳ
ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον,
ἠὲ κατʼ ἰχθυόεντα βορειοτάτην τε χορείην,
ἔνθα τε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέων τε,
ἰχθυοθηρευτάς τε καὶ ἰξοβόλους δολοεργούς,
τοξελκεῖς τε τίθησι, καὶ ὀρνίθων τροφοποιούς,
θηροδιδασκαλίης τʼ ἐπιβήτορας ἡμεροέσσης,
οἷς ἀγρίη γενεὴ τιθασῷ πρηύνετʼ ἀγωγῇ,
κτηνῶν δʼ ἀγρονόμων σημάντορας ἐμβασικοίτους·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
