# Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..450-498

Manetho Astrologus, Apotelesmatica, Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..450-5.ΒΙΒΛΙΟΝ Δ..498. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/5.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%94..450

Ἢν δὲ Κύπρις Μήνη τε σὺν Ἠελίῳ τε καὶ Ἑρνῇ
μάρτυρες ἀλλήλων μέσον οὐρανὸν ἀμφιπολῶσιν,
ἡδʼ ἐν ζωιδίοισι διμορφώτοισι πέλωνται,
Ἰχθύσιν ἢ Διδύμοισι συνωρίζουσι κατʼ αἴθρην,
Τοξότεω κατὰ κύκλον ἢ ἐς σταχυηφόρον ἁγνὴν
Παρθενικήν, τῆμος διδυματόκα φύσεται ἀνδρῶν
σώματα καὶ τριδύμων παίδων θαυμαστὰ γένεθλα·
κἢν μὲν Ζληνὶ Κύπρις κατὰ φῶς ἰσόμοιρον ἐνεχθῇ,
ἄρσενες ἔσσονται δισσοὶ γένει, ἄμμιγα δʼ αὐτοῖς
κούρη ἀπʼ ὠδίνων τεχθήσεται ἐσχατόωσα·
Οὐρανίδου δὲ Κρόνοιο θεωροσύνην ἐπέχοντος,
θηλυγενὴς διδύμων ἔσται τόκος ἄρσενος ἐκτός·
ἐν κακοδαιμοσύνῃ δʼ Ἄρεος κατεναντία Μήνης
μαρμαρυγὰς φαίνοντος, ὁ τικτόμενος τότε θνητῶν
σῶμα περισσομελὴς τεχθήσεται, ἔκμετρα γυῖα
πὰρ φύσιν ἡμερίην δεικνὺς μερόπεσσιν ἀθρῆσαι.
Ὁππότε δʼ εἰν ἀγαθοῖσι τόποις στείχωσι κατʼ αἴθρην
Ἄρης πυρσοτόκος θʼ εἱλιξόπορός τε Σελήνη,
τεύχουσιν σοβαροὺς πολυίστορας ἄνδρας ὑπουργούς,
ἡγεμόνων φιλίῃσι γεγηθότας, ἀμφὶ δὲ μισθῷ
πουλυπλανεῖς ξενίῃσιν ἀρήια λήματʼ ἔχοντας,
καὶ πάσης στρατιῆς ἐπιβήτορας ἐν προκοπῇσιν.
ἢν δὲ Κρόνου βλαβεραυγὲς ἐς Ἄρεα φέγγος ἀθρήσῃ,
δισσὰ δʼ ἐναντιόωντα φανῇ σελαγίσματα τῶνδε,
τῆμος ὅσοις γενεὴ μεροπήιος ἄρχεται ἀνδρῶν,
ἐν κακοδαιμοσύνῃ καματώδεϊ πᾶσα βιώσει,
νουσομελεῖς τεύχουσα βροτούς, ὀδύνῃσι συνήθεις,
κινδύνων βλαβερῶν τε δυσεκφεύκτων τε παρέδρους.
Μήνη δʼ ἀμφίκερως σκολιόδρομος ἡνίκʼ ἂν ὀφθῇ
Ἄρεος εἰς τετράγωνα πόλου λοξεύματα βᾶσα,
ἢν δʼ ἐπὶ δυομένῳ κατὰ γῆς ἀπὸ τέρμονος αἴθρης
Στίλβων ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ
ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας
ἐκφύσει, θυρέτρων ἐπανοίκτορας ὀθνειάων,
κλεπτῆρας φαύλους, νυκτοπλανέας τε λαθραίους·
οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις
εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά,
εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἁλυσηδόν,
ἔν τε βιαιοτάτῳ θανάτῳ βίον ἐκλείψουσιν,
ἢ φονίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν,
ἢ βρόχον ἀλγινόεντα διʼ αὐχένος ἐκδήσαντες
πνεῦμα λυγρὸν λείψουσι πικρῆς Μοίρης ὑπʼ ἀνάγκῃ.
Ζεὺς δʼ ὁπότʼ ἂν φαέθων ὡροσκόπον ὄμμα τιταίνῃ,
εὐμόρφους τε τίθησι καὶ εὐτυχέας καὶ ἐπόλβους,
ἔν τʼ ἀρχαῖς πλειστῇσι πάτρης τὰ βέβαια φρονοῦντας.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
