# Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..499-551

Manetho Astrologus, Apotelesmatica, Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..499-5.ΒΙΒΛΙΟΝ Δ..551. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/5.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%94..499

τούτῳ δʼ εὖτʼ ἂν Ἄρης μίγδηνἰκέλῃσι πορείαις
σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους,
νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀυτεῖ
ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλʼ ἔχοντας.
Ἠέλιος δʼ ἀκάμας, πυρόεν σέλας, ἡνίκʼ ἂν ἔλθῃ
ἀρσενικοῖς ζώοισι κατʼ αἰθέρος ἠερόπλαγκτον
ζωφορίην, θήλεια δʼ ἔχῃ νεολαμπέα Μήνην,
τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι
ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματʼ ἔχοντες,
εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι,
δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι.
ἢν δέ τʼ ἐναλλάξωσι, Σεληναίη μὲν ἐπʼ ἄρσεν,
Ἠέλιος δʼ ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις,
νωχελέες τε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι,
πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες.
αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες
ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης,
πουλυπλανεῖς, ξενῖης, ἐπιβήτορας ἄνδρας ἔσεσθαι
αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης,
καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας
ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματʼ ἔχοντας,
εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας,
οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων.
ὁππότε δʼ ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν
ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἱ τότʼ ἔσονται
τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων,
πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι,
οὐ μίαν εἰς ἀτραπὸν βιότου δρόμον ἐκνεύοντες,
ἄλλοτε δʼ ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες,
πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδους τε πορισμῶν,
ἐκ δʼ ἐνύδρων μόχθων τε καὶ ἐκ παράλοιο διαίτης
δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες,
δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες.
Μήνης δʼ ελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης
ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετʼ ἀμυδρόν,
ἢ καὶ λυσσαλέῃ μανίῃ δεδαμασμένον αἰεί,
φαρμακτόν, νοσόθυμον, ἀεὶ θανάτοιο πάρεδρον·
πᾶσα βροτῶν ψυχὴ γάρ, ἐπὴν τάγε κοινὰ βίοιο
μὴ φρονέῃ κατὰ θυμὸν ἀναισθήτῳ τε παλαίῃ
δυσκρασίῃ, προτέθνηκε, καὶ ἢν φάος ὄμμασιλεύσσῃ·
ψυχὴ γὰρ μερόπων ἀμαθὴς νεκύεσσιν ὁμοίη.
ἢν δὲ Σεληναίη κατέχῃ πάμμηνα κέλευθα
σύνδεσμόν τε Κρόνοιο, σεληνιόωντα φανείη
φῦλα βροτῶν τάδε πάμπαν, ἰδ᾿ εἰδώλοισιν ὅμοια,
καὶ κραδίῃ θεόληπτα, καὶ ἀκρατέοντι λογισμῷ
ἔνσοφα, πάντα δʼ ἄβουλα κατʼ ἀνθρώπους προλέγοντα
φοιβητοῖς μύθοισιν ἀποφθεγκτήρια κρυπτὰ
ἐσσομένων ἔργων τε βίου ζωῆς τε κελεύθων.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
