# Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..53-100

Manetho Astrologus, Apotelesmatica, Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..53-5.ΒΙΒΛΙΟΝ Δ..100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/5.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%94..53

λαμπροφαὴς δʼ ἀστὴρ ὁπότʼ ἂν δύνουσι φαανθῇ
ζωιδίοις, ὃν πάντες ἐπεφράσσαντʼ Ἀφροδίτης
φωσφόρον, ἐν τούτῳ δὲ γονὰς μερόπων τις ἐνέγκῃ,
ἔσσεται ἀλλοτρίων λεχέων πανάθεσμος ἀατήρ,
ὀρφνήεις, δολοεργός, ἀνέστιος, αἰσχεόμυθος,
παμψέκτωρ, ἀδίδακτος, ἀεὶ δεδιδαγμένος αἰσχροῖς.
ἢν δὲ Κύπρις μερόπων ὡροσκόπα φέγγεα λεύσσῃ,
αἱμυλίους τεύχει τε καὶ εὐμούσους καὶ ἀμόχθους,
ἔκ τε γυναικείων χαρίτων λάμποντας ἐν ὄλβοις·
τούτοις θηλειῶν πιστεύεται ὅρκια κρυπτά,
οὗτοι προστήσονται ἐν ὀργιάδεσσιν ἑορταῖς,
ἔνθα φυγαρσενίης μυστήρια τεύχετʼ ἄπυστα·
ἢν δʼ ἐρατὴ μεσόωντα κατʼ οὐρανὸν ἀνδράσιν ὀφθῇ,
φράζει τοι βιοτὴν βαθυχρήμονα, χιλιάδας τε
ἀρχάς, καὶ δόξης ἀπλέτου κοσμήτορα κόμπον,
τοίης δʼ ἐκ τιμῆς πλούτου κυδήνορα κόσμον.
στίλβων δʼ Ἑρμείαο φανεὶς ἐπὶ τὴν δύσιν ἀστὴρ
γεινομένων βρεφέων ὡροσκόπον ἢ κατὰ μέσσον
οὐρανόν, ἔκ τε λόγων τεύχει προκοπήν τινα θνητοῖς,
καὶ καλαμογραφίης, καὶ ὅσʼ εἰς μοῦσαν πεπόνηται·
τούτῳ δʼ ὁππότʼ Ἄρηος ἔῃ ἰσόμοιρος ἀταρπός,
ἢ διαμετρήσῃ φάεσιν φάος ἀντικέλευθον,
πλαστογράφους, χειρῶν μιμήτορας ἀλλοτυπώτων
παμβλαβέας τεύχει τε καὶ ὠχρήεντας ἰδέσθαι.
ἀμφίκερως Μήνη δʼ ὁπότʼ ἄν βιοτέρμονος ὥρης
φωτὶ Σεληναίῳ κρατέῃ σκολιωπὰ περῶσα,
τῇ δʼ Ἄρης ἰσόμοιρα διʼ αἰθέρος ἀκροπολεύῃ,
τηνίκα τοι θεόληπτος ὁ φὺς ἐν σχήματι τοίῳ
γίνεται, ἔκπληκτός τε, σεληνάζων τε νόοιο,
καὶ μανίης ἀνάμεστος· ἐπὴν κατὰ γῆς δὲ φέρηται,
δυστυχίῃ τʼ ἐπίφοιτος ἰδʼ ἐν σινέεσσι πεπληθώς·
ἢν δὲ μετʼ ἀντολίην μέσον οὐρανὸν ἀμφιθοάζῃ,
παμπλούτους τε τίθησι καὶ ἐντρυφέας καὶ ἐπόλβους,
θηλυνόους δὲ τρόποισι καὶ εὐτρέπτους καὶ ἀπρήκτους·
δύνοντος δʼ ἄστροιο Σεληναίης ὁ λοχευθεὶς
ἔσσεται ἐμπορίης ἐμπείραμος, ἔργα τε πλαγκτὰ
ναυκλήρου βιοτήν θʼ αἱρήσεται, ἐν ξενίῃ τε
τὸ πλεῖστον ζωῆς τε διευθύνων βιοτεύσει —
πουλυπλανὴς γὰρ ἕλιξ Μήνης κερατώπιδος αἰεὶ
λοξὰ ταλαντεύουσα — μένει δʼ ἀντλούμενος ὄλβῳ.
Ἠελίου δʼ ἀκάμαντος ἐπὴν πυριμάρμαρος ἀστὴρ
εἰς μέσον οὐρανίης προφανῇ πυριλαμπέος αἴθρης,
ἢ γονίμῃ ὥρῃ πανεπίσκοπα φέγγεα βάλλῃ,
Τοξότεω κατὰ χῶρον ἰδʼ εὐστέρνοιο Λέοντος
Κριοῦ τʼ εὐκεράοιο, καὶ ἐν Διδύμοισι φαανθείς,
ζωιδίοις ἰδίοισιν, ἐς ἡγεμονηίδας ἀρχὰς
ἵξεσθαι καὶ σκῆπτρα βροτοῖς βασιλήια φράζει,
πλοῦτόν τʼ ὀλβήεντα δόμους τʼ εὐδαίμονας ἔρδει·

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
