# Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..127-168

Manetho Astrologus, Apotelesmatica, Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..127-6.ΒΙΒΛΙΟΝ Ε..168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-astrologus/apotelesmatica/6.%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%95..127

Σύνδεσμος Μήνης ὀλοώτατός ἐστι βροτοῖσιν·
κἢν λύσῃ δὲ φάσιν τὰ τελέσματά γʼ, οὗτος ἔφυσεν
πτωχόν, χερνήτην ταλαπείριον ἠδέ τʼ ἀλήτην.
Ἠελίου κέντροισιν Ἄρης διάμετρος ὑπάρχων
τέκνοις καὶ γενέτῃσι μάχας ἡδʼ ἄστατον ὀργήν·
καὶ διάμετρος Ἄρης εὑρὼν μοίρῃσι Σελήνην,
δεσμά, βρόχους, εἰρκτάς, πολέμους, ἀσχήμονα θωήν·
ἢν δʼ ἀπόκεντρος Ἄρης μοιρῶν ἰδίων διάμετρος,
μιμηλὰς τέχνας, καμάτους πυρὸς ἠδὲ σιδήρου·
καὶ Παφίῃ διάμμετρος Ἄρης οὐ σώφρονα μοιχόν.
καμπτομένοις ζώοις ὅτʼ ἂν εὐρήσῃς ποτὲ φῶτα,
Ἑρμείαν σκέπτου, | μεθοδεύεται εἰ τό τʼ ἐκεῖνος 139
σχήματι τῆς Παφίης· | θηλυνόμενος γὰρ ἐκεῖνος 138
κοσμεῖτʼ ἀρσενόθηλυς ἐὼν πέπλοισι γυναικῶν,
καὶ τούτων χάρισιν δαμνᾷ θυμέλῃσιν ἐραστάς·
εἰ δὲ γυναικὸς ἔῃ, πολύκοινον ἔτευξεν ἑταίρην,
μουσῳδόν, σοβαρήν, πολλοὺς τήκουσαν ἐραστάς.
Εἰ δʼ Ἄρην ὑπόγειον ἔχων φαίνοιτό τις ἀνήρ,
καὶ σύν τῷδε γένοιτο ἰοβλέφαρος Κυθέρεια,
καλοβάτην σχοίνοισί τʼ ἔπʼ ἠερόφοιτον ἔθηκαν,
Ἴκαρον αἰθέριον πτερύγων δίχα καὶ δίχα κηροῦ·
ἢν δʼ ἐσίδῃ Τιτὰν φαέθων, ἐπὶ γαῖαν ἀφῆκαν.
Ἢν δʼ εὕρῃς Μήνην αἰεὶ δύνουσαν ἐφʼ ὑγροῖς,
πρὸς Κρόνον ἐρχομένην ἢ δύνουσαν τὰ βόρεια,
ἂνθρωποι θύνουσαν ὁρῶνται ναυτίλοι ὑγρήν,
ὧν ὁδός ἐστιν ὕδωρ, οἱ δʼ ἀστέρες εἰσὶν ὁδηγοί,
ἡνίοχοι δʼ ἄνεμοι, καὶ κύματα μακρὰ κέλευθα.
ἢν δʼ ἐσίδῃς ζώοις ἐν ὀλισθηροῖσι τὰ κέντρα,
Καρκίνῳ, Ὑδροχόῳ ἡδ’ Ἰχθύσι τοῖσιν ἀφώνοις,
δύνοντας καθʼ ὕδωρ δεσμευομένους θʼ ὑπὸ μαζῶν
κυανέῳ πελάγει δʼ ὑπονήχεται, ἠύτε δελφίν,
σφόγγους ἐκ βυθίων πουλυτρήτους ἀνερευνῶν.
Ἐν δʼ ἰδίοις οὔσης Παφίης ἅμα Ἑρμάωνι,
ἢ τρητοῖς καλάμοις ὑπὸ πνεύμασιν ᾆσμα μελῳδεῖ,
ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει,
ἄλλῳ δʼ ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ,
ᾧ δʼ ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν,
ἄλλῳ δʼ ἁρμονίην χαλκώματα πληκτὰ παρέξει.
ἀλλʼ ὅτʼ ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ,
Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ
αἰόλλειν μορφὰς χρώμασι τῇδέ γʼ ἔδωκεν
ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ.

---

Manetho Astrologus, Apotelesmatica, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2583.tlg001.local001/.
