# Fragmenta 13

Manetho Sebennyta, Fragmenta, Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-sebennyta/fragmenta/13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/manetho-sebennyta/fragmenta/13
CTS URN: urn:cts:greekLit:tlg1477.tlg003:13

VI. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ς' τοιγαράμαχος (τοίγαρ ἄμαχος Α) Μομχειρὶ Μεμφίτης ἔτη οθʹ. Οὗτος ἑρμηνεύεται τὴς ἀνδρὸς περισσομελής. (Buns. leg.: Σεσορχέρης Μεμφίτης, ἔτη οθʹ. Οὗτος ἑρμηνεύεται ἡγήσανδρος· περισσομελής [τοιγὰρ ἄμαχος gloss.]). Τοῦ δὲ κόσμου ἦν ἔτος γζʹ. VII. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ· ὅ ἐστιν Ἄρης ἀναίσθητος (Buns. leg. Τοιχαρής, υἱὸς αὐτοῦ, ὅ ἐστιν ἡλιόδετος), ἔτη ςʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γρξθʹ. VIII. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ὄγδοος Γοσορμίης, ὅ ἐστιν αἰτησιπαντός (ἐτησιπαντός cod. A.; Buns. l.: Σεσόρτασις, ὅ ἐστιν Ἡγησίκρατος), ἔτη λʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γροεʹ. IX. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης, υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιόδωρος, ἔτη κςʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γσέ. X. (p. 101, D.) Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωϋφίς (Buns. l. Ἄν ἢ Σωϋφίς), ὅ ἐστιν ἐπίκωμος (ἐπίκομος cod. A.), ἔτη κʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γσλαʹ. XI. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης (κόρρης G.), ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσναʹ. XII. Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρός, ὅ ἐστι Χρύσης Χρύσου υἱός (Buns. l.: Χνοῦβος ἢ Γνεῦρος, ὅ ἐστι Χρυσὸς ἢ Χρυσοῦς υἱός), ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσξθʹ. XIII. Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαύωσις (Buns. Ῥάσωσις), ὅ ἐστιν ἀρχικράτωρ, ἔτη ιγʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσ(??). XIV. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιύρης, ἔτη ιʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτδʹ.

---

MANETHO SEBENNYTA, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1477.tlg003.local002/.
