Ancient Greek · ~19 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 42.1
Not analysed yet
Μανεθὼν δ' ἦν τὸ γένος ἀνὴρ Αἰγύπτιος, τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι· γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν, ἔκ τε τῶν ἱερῶν, ὥς φησιν αὐτὸς, μεταφράσας καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ' ἀγνοίας ἐψευσμένον. Αὐτὸς δὴ τοίνυν δ Μανεθὼν ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει (παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα)· «Ἐγένετο βασιλεὺς ἡμῖν Τίμαος (Ἀμυντίμαιος Buns. ; Ἀμενέμαος Fruin. ,Τίμαιος, Τίμιος, Eus.) ὄνομα· ἐπὶ τούτου οὐκ οἶδ' ὅπως ὁ θεὸς ἀντέπνευσεν, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι, καταθαρσήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον. Καὶ τοὺς ἡγεμονεύσαντας ἐν αὐτῇ χειρωσάμενοι τὸ λοιπὸν τάς τε πόλεις ὠμῶς ἐνέπρησαν καὶ τὰ ἱερὰ τῶν θεῶν κατέσκαψαν· πᾶσι δὲ τοῖς ἐπιχωρίοις ἐχθρότατά πως ἐχρήσαντο, τοὺς μὲν σφάζοντες, τῶν δὲ καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς δουλείαν ἄγοντες. Πέρας ἦν Σάλα τις (Σάλτις v. l. ; Silites Eus. Arm. ; Σαίτης Afr.) . Καὶ οὗτός ἐν τῇ Μέμφιδι κατεγίνετο, τήν τε ἄνω καὶ κάτω χώραν δασμολογῶν καὶ φρουρὰν ἐν τοῖς ἐπιτηδειοτάτοις καταλείπων τόποις. Μάλιστα δὲ καὶ τά πρὸς ἀνατολὴν ἠσφαλίσατο μέρη, προορώμενος Ἀσσυρίων, τότε μεῖζον ἰσχυόντων, ἐσομένην ἐπιθυμίαν τῆς αὐτῆς βασιλείας ἐφόδου. Εὑρὼν δὲ ἐν νομῷ τῷ Σεθροΐτῃ (libri Σαΐτῃ. Eus. Arm. Methraite) πόλιν ἐπικαιροτάτην, κειμένην μὲν πρὸς ἀνατολὴν τοῦ Βουβαστίτου ποταμοῦ, καλουμένην δ' ἀπὸ τῆς ἀρχαίας θεολογίας Αὔαριν (Ἄβαριν v. l.) ,ταύτην ἔκτισέ τε καὶ τοῖς τείχεσιν ὀχυρωτάτην ἐποίησεν, ἐνοικίσας αὐτῇ καὶ πλῆθος ὁπλιτῶν εἰς εἴκοσι καὶ τέσσαρας μυριάδας ἀνδρῶν πρὸς φυλακήν. Ἐνθάδε κατὰ θέρειαν ἤρχετο, τὰ μὲν σιτομετρῶν καὶ μισθοφορίαν παρεχόμενος, τὰ δὲ καὶ τοῖς ἐξοπλισίαις πρὸς φόβον τῶν ἔξωθεν ἐπιμελῶν γυμνάζων. Ἄρξας δʹ ἐννεακαίδεκα (15 Eus.) ἔτη τὸν βίον ἐτελεύτησεν. Μετὰ τοῦτον δὲ ἕτερος ἐβασίλευσε τέσσαρα καὶ τετταράκοντα (43 Eus. Α.) ἔτη, καλούμενος Βηών (Banon Eus. A. ; Βνῶν Man. Afric, et Eus.) . Μεθʹ ὂν ἄλλος Ἀπαχνὰς, ἒξ καὶ τριάκοντα ἔτη καὶ μῆνας ἑπτά. Ἔπειτα δὲ καὶ Ἄπωφις (Aphosis Eus. A. Ἄφωβις; Afr. d. 15; Ἄφωφις Eus. d. 17.) ἒν καὶ ἑξήκοντα, καὶ Ἰαννὰς (sic codd. 2; vgo Ἰανίας; Eus. A: Anan, Afric. Σταάν) πεντήκοντα καὶ μῆνα ἔνα. Ἐπὶ πᾶσι δὲ καὶ Ἄσσης (sic. Buns. ; Ἄρχλης Αfr. Et Eus. d. 15.) ἐννέα καὶ τεσσαράκοντα καὶ μῆνας δύο. Καὶ οὗτοι μὲν ἒξ ἐν αὐτοῖς ἐγενήθησαν πρῶτοι ἄρχοντες, πολεμοῦντες ἀεὶ καὶ ποθοῦντες μᾶλλον τῆς Αἰγύπτου ἐξᾶραι τὴν ῥίζαν.» «Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος ὝΚΣΩΣ, (hycusos Eus. A.) ,τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες· τὸ γὰρ ὝΚ καθʹ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ δὲ ΣΩΣ ποιμήν ἐστι καὶ ποιμένες κατὰ τὴν κοινὴν διάλεκτον, καὶ οὕτω συντιθέμενον γίνεται ὙΚΣΩΣ.» Τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας εἶναι. Ἐν δʹ ἄλλῳ ἀντιγράφῳ, οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς τοῦ ὝΚ (usos Eus. A.) προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας· τὸ γὰρ ὝΚ πάλιν Αἰγυπτιστὶ καὶ τὸ ἍΚ δασυνόμενον αἰχμαλώτους ῥητῶς μηνύει. Καὶ τοῦτο μᾶλλον πιθανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον. Τούτους δὲ τοὺς προκατωνομασμένους βασιλέας τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς πεντακοσίοις ἕνδεκα. Μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν, καὶ πόλεμον αὐτοῖς συρραγῆναι μέγαν καὶ πολυχρόνιον. Ἐπὶ δὲ Βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγμούθωσις (sic Eus. Arm. Et Sync. P. 103 D; libri h. l. et infra Ἀλισφραγμούθωσις), ἡττωμένους φησὶ τοὺς ποιμένας ὑπʹ αὐτοῦ ἐν μὲν τῆς ἄλλης Αἰγύπτου πάσης ἐκπεσεῖν, κατακλεισθῆναι δʹ εἰς τόπον, ἀρουρῶν ἔχοντα μυρίων (χιλίων conj. Buns.) τὴν περίμετρον. Αὔαριν ὄνομα τῷ τόπῳ. Τοῦτον φησὶν ὁ Μανεθὼν ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιβαλεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ καὶ τὴν λείαν τὴν ἑαυτῶν. Τὸν δὲ Μισφραγμουθώσεως υἱὸν Θούθμωσιν (sic. Eus. A; vgo Θούμμωσιν) ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τῆς πολιορκίας ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι Βούλονται πάντες ἀβλαβεῖς ἀπέλθωσι. Τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κνήσεων (κτήνεων em. Buns.) οὐκ ἐλάττους μυριάδων ὄντας εἴκοσι καὶ τεσσάρων ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν ὁδοιπορῆσαι. Φοβουμένους δὲ τήν Ἀσσυρίων δυναστείαν (τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν), ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι. Ἐν ἄλλῃ δέτινι Βίβλῳ τῶν Αἰγυπτιακῶν Μανεθὼν τοῦτό φησιν ἔθνος τοὺς καλουμένους ποιμένας αἰχμαλώτους ἐν ταῖς ἱεραῖς αὐτῶν βίβλοις γεγράφθαι, λέγων ὀρθῶς. Καὶ γὰρ τοῖς ἀνωτάτω προγόνοις ἡμῶν τὸ ποιμαίνειν πάτριον ἦν καὶ νομαδικὸν ἔχοντες τὸν βἰον οὕτως ἐκαλοῦντο ποιμένες. Αἰχμάλωτοί τε πάλιν οὐκ ἀλόγως ὑπὸ τῶν Αἰγυπτίων ἀνεγράφησαν, ἐπειδήπερ ὁ πρόγονος ἡμῶν Ἰώσηπος ἑαυτὸν ἔφη πρὸς τὸν βασιλέα τῶν Αἰγυπτίων αἰχμάλωτον εἶναι, καὶ τοὺς ἀδελφοὺς εἰς τὴν Αἴγυπτον ὕστερον μετεπέμψατο, τοῦ βασιλέως ἐπιτρέψαντος. Ἀλλὰ περὶ μὲν τούτων κτλ. (vide fr. 50).