Ancient Greek · ~15 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 5.1
Not analysed yet
Φέρεται παρ ̓ Αἰγυπτίοις παλαιόν τι χρονογραφεῖον, ἐξ οὗ καὶ τὸν Μανεθῶ πεπλανῆσθαι νομίζω, περιέχον λʹ δυναστειῶν ἐν γενεαῖς πάλιν ριγʹ χρόνον ἄπειρον καὶ οὐ τὸν αὐτὸν ὃν (1) Μανεθῶ ἐν μυριάσι τρισὶ καὶ ςφκεʹ (36525), πρῶτον μὲν τῶν Ἀεριτῶν (2), δεύτερον δὲ τῶν Μεστραίων, τρίτον δὲ Αἰγυπτίων, οὕτω πως ἐπὶ λέξεως ἔχον· 11 Θεῶν βασιλεία κατὰ τὸ Παλαιὸν Χρονικόν. Ἡφαίστου χρόνος οὐκ ἔστι διὰ τὸ νυκτὸς καὶ ἡμέρας αὐτὸν φαίνειν. Ἥλιος Ἡφαίστου ἐβασίλευσεν ἐτῶν μυριάδας τρεῖς. 30000 Ἔπειτα Κρόνος, φησὶ, καὶ οἱ λοιποὶ πάντες θεοὶ δώδεκα ἐβασίλευσαν ἔτη γππδʹ. 3964 Ἔπειτα ἡμίθεοι βασιλεῖς ὀκτὼ ἔτη σιζʹ. 217 Καὶ μετ ̓ αὐτοὺς γενεαὶ ιεʹ Κυνικοῦ κύκλου ἀνεγράφησαν ἐν ἔτεσιν υμγʹ. 15 443 Εἶτα Τανιτῶν ιςʹ δυναστεία, γενεῶν ηʹ, ἐτῶν ρϟ. 8 190 Πρὸς οἷς ιζʹ δυναστεία Μεμφιτῶν, γενεῶν δʹ, ἐτῶν ργʹ. 4 103 Μεθ ̓ οὓς ιηʹ δυναστεία Μεμφιτῶν, γενεῶν ιδʹ, ἐτῶν τμηʹ. 14 348 Ἔπειτα ιθʹ δυναστεία Διοσπολιτῶν, γενεῶν εʹ, ἐτῶν ρϟδʹ. 5 191 Εἶτα κʹ δυναστεία Διοσπολιτῶν γενεῶν ηʹ, ἐτῶν σκηʹ. 8 228 Ἔπειτα καʹ δυναστεία Τανιτῶν, γενεῶν ςʹ ἐτῶν ρκαʹ. 6 121 Εἴτα κβʹ δυναστεία Τανιτῶν, γενεῶν γʹ, ἐτῶν μηʹ. 3 48 Ἔπειτα κγʹ δυναστεία Διοσπολιτῶν, γενεῶν βʹ, ἐτῶν ιθʹ. 2 19 Εἶτα κδ' δυναστεία Σαϊτῶν, γενεῶν γʹ, ἐτῶν μδʹ. 3 44 Πρὸς οἷς κεʹ δυναστεία Αἰθιόπων, γενεῶν γʹ, ἐτῶν μδʹ. 3 44 Μεθ ̓ οὓς κςʹ δυναστεία Μεμφιτῶν, γενεῶν ςʹ, ἐτῶν ροζʹ. 7 177 Καὶ μετὰ τὰς κςʹ δυναστείας [Αἰγυπτίων κζʹ δυναστεία] Περσῶν εʹ, ἐτῶν ρκδʹ. 5 124 [Excidisse statuunt dyn. XXVIII Saitae unius annorum sex. 1 6] Ἔπειτα κθ' δυναστεία Τανιτῶν, γενεῶν**, ἐτῶν λθʹ. **39 Καὶ ἐπὶ πάσας λʹ δυναστεία Τανίτου ἑνός, ἔτη ιηʹ. [6 Τὰ πάντα ὁμοῦ τῶν λʹ δυναστειῶν ἔτη μγʹ (30,000) ςφκεʹ (6525). Ταῦτα ἀναλυόμενα, εἴτουν μεριζόμενα, παρὰ τὰ ͵αυξαʹ (1461) ἔτη εἴκοσι πεντάκις, τὴν παρ ̓ Αἰγυπτίοις καὶ Ἕλλησιν ἀποκατάστασιν τοῦ ζωδιακοῦ μυθολογουμένην δηλοῖ, τοῦτ ̓ ἔστι τὴν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον, ὅ ἐστι πρῶτον λεπτὸν τῆς πρώτης μοίρας τοῦ ἰσημερινοῦ ζωδίου, κριοῦ λεγομένου παρ ̓ αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς Γενικοῖς τοῦ Ἑρμοῦ καὶ ἐν Κυραννίσι βίβλοις εἴρηται. Ἐντεῦθεν δὲ οἶμαι καὶ Πτολεμαῖον τὸν Κλαύδιον τοὺς προχείρους κανόνας τῆς ἀστρονομίας διὰ κε' ἑτηρίδων ψηφίζεσθαι θεσπίσαι . . . Ἐντεῦθεν δέ ἐστι καὶ τὸ ἀσύμφωνον τῶν τοιούτων ἐκδόσεων πρός τε τὰς θείας ἡμῶν γραφὰς καὶ πρὸς ἄλληλα ἐπιγνῶναι, ὅτι αὕτη μὲν ἡ παλαιοτέρα νομιζομένη Αἰγυπτίων συγγραφὴ Ἡφαίστου μὲν ἄπειρον εἰσάγει χρόνον, τῶν δὲ λοιπῶν κθ' δυναστειῶν ἔτη τρισμύρια ςφκεʹ, καίτοι τοῦ Ἡφαίστου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμὸν καὶ τὴν πυργοποιίαν τῆς Αἰγύπτου βασιλεύσαντος, ὡς δειχθήσεται ἐν τῷ δέοντι τόπῳ. Ὁ δὲ παρ ̓ Αἰγυπτίοις ἐπισημότατος Μανεθῶ περὶ τῶν αὐτῶν λʹ δυναστειῶν γράψας ἐκ τούτων δηλαδὴ λαβὼν τὰς ἀφορμὰς κατὰ πολὺ διαφωνεῖ περὶ τοὺς χρόνους πρὸς ταῦτα, καθὼς ἔστι καὶ ἐκ τῶν προειρημένων ἡμῖν ἀνωτέρω· μαθεῖν καὶ ἐκ τῶν ἑξῆς λεχθησομένων. Τῶν γὰρ [ἐν τοῖς τρισὶ τόμοις] ριγʹ γενεῶν ἐν δυναστείαις λʹ ἀναγεγραμμένων, αὐτῷ (3) ὁ χρόνος τὰ πάντα συνῆξεν ἔτη, γφνεʹ (3555), ἀρξάμενα τῷ ͵αφπςʹ (1586) ἔτει τοῦ κόσμου καὶ λήξαντα εἰς ερμζʹ (5147) κοσμικὸν ἔτος (4), ἤτοι πρὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος κοσμοκρατορίας ἔτη που ιεʹ. Ἐκ τούτων οὖν ἀφελών τις τὰ πρὸ τοῦ κατακλυσμοῦ χνςʹ (656) πρὸς ἀναπλήρωσιν τῶν βσμβ' ἐξ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, ὡς ψευδῆ καὶ ἀνύπαρκτα, καὶ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν καὶ διασπορᾶς τῶν ἐθνῶν φλδʹ, ἕξει σαφῶς τὴν ἀρχὴν τῆς Αἰγυπτιακῆς βασιλείας ἐκ τοῦ πρώτου βασιλεύσαντος τῆς Αἰγύπτου Μεστραὶμ, τοῦ καὶ Μήνεος λεγομένου παρὰ τῷ Μανεθῶ, ἀπὸ τοῦ βψοςʹ ἔτους τοῦ ἐξ Ἀδὰμ ἕως Νεκταναβῶ τοῦ ἐσχάτου βασιλέως Αἰγύπτου, ὡς εἶναι τὰ πάντα ἀπὸ Μεστραῒμ ἕως τοῦ αὐτοῦ Νεκταναβῶ ἔτη, βτξεʹ, ἃ καὶ ἔφθασεν, ὡς προείρηται, εἰς τὸ κοσμικὸν ερμζʹ [ερμα m.] ἔτος πρὸ τῆς Ἀλεξάνδρου τοῦ κτίστου ἀρχῆς ἔτεσι ιεʹ ἐγγύς.