# Fragmenta 51

Manetho Sebennyta, Fragmenta, Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-sebennyta/fragmenta/51

Ὁ δὲ Μωσῆς ὡδήγησε τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως Φαραὼ οὗ τοὔνομα Τέθμωσις, ὃς, φασὶν, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ μῆνας δʹ, ὡς ὑφῄρηται Μαναιθῶς. 2. Καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη τγʹ. 3. Μετὰ δὲ τοῦτον Ἀμένωφις ἔτη κʹ, μῆνας ἑπτά. 4. Mετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσσν ἔτη καʹ, μῆνα αʹ (θʹ Jos.). 5. Μετὰ δὲ ταύτην Μήφρης ἔτη δβʹ, μῆνας θʹ. 6. Μετὰ δὲ τοῦτην Μήφραμούθωσις ἔτη κʹ (κεʹ Jos.), μῆνας ιʹ. 7. Καὶ μετὰ τοῦτον Τυθμώσηςἔτη θ', μῆνας ηʹ. 8. Καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη λʹ, μῆνας ιʹ. 9. Μετὰ δὲ τοῦτον Ὦρος, ἔτη λς', μῆνας εʹ. 10. Τούτου δὲ θυγάτηρ [Ἀκεγχρὴς] ἔτη ι[βʹ], μῆνας [αʹ]. 11. Μετὰ δὲ ταύτην [Ῥαθῶτις ἔτη θʹ.] 12. Μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβʹ, μῆνας ε'. 13. Μετὰ δὲ τοῦτον Ἀκ]ε[γ]χ[ή]ρης ἔτη ιβʹ, μῆνας γʹ. 14. Τοῦ δὲ Ἄρμαῖς, ἔτη δʹ, μῆνα αʹ. 15. Καὶ μετὰτοῦτον Ῥαμέσσης ἐνιαυτὸν, μῆνας δʹ. 16. Καὶ μετὰ τοῦτον Ῥαμέσσης Μιαμμοὺ, ἔτη ξς' καὶ μῆνας β'. 17. Καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη ιθ', μῆνας δ'. Τοῦ δὲ Σέθως ὂς καὶ Ῥαμέσσης ἔτη ιθʹ ὄν φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς καὶ παράταξιν ναυτικῆς.

---

MANETHO SEBENNYTA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1477.tlg003.local002/.
