# Fragmenta 77

Manetho Sebennyta, Fragmenta, Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-sebennyta/fragmenta/77

Ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. Τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι, φράζοντι τοιοῦτον λόγον, ἦλθον ἀπ ̓ ἐμαυτῆς· ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικόν· ὁ δὲ Τυφὼν, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. Ἔτι τὴν σιδηρῖτιν λίθον, ὀστέον Ὅρου, Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθὼς, καλοῦσιν. Ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς πὴν λίθον ὅμοιός ἐστι, πολλάκις δ' ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν ποιεῖ, πείθουσα τὴν σκληρίαν ἐκείνην καὶ τυφώνιον, εἶτ ̓ αὖθις ἀνασχεθεῖσα εἰς ἐαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς τὴν ἀπορίαν.

---

MANETHO SEBENNYTA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1477.tlg003.local002/.
