# Fragmenta 84

Manetho Sebennyta, Fragmenta, Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/manetho-sebennyta/fragmenta/84

Πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν [τοῦ] κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἆν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμὸς, ἐπάγων ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότους μετὰ σιωπῆς καὶ ἡσυχίας, ἀπειλοῦσι καὶ δεδίττονται τοπρῶτον, ἂν δ ̓ ἐπιμένῃ, καθιεροῦσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον, ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰληθυίας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν, ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνίους καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. Ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθ ̓ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γινόμεναι, τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλωσιν, οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον.

---

MANETHO SEBENNYTA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1477.tlg003.local002/.
