# Menippi periplus maris interni (epitome Marciani) 5

Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani), ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ., ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcianus-of-heraclea/menippi-periplus-maris-interni-epitome-marciani/5

5. Περὶ δὲ τῆς διαφωνίας τῶν σταδίων εἴρηται μέν μοι καὶ ἐν τῷ προτέρῳ βιβλίῳ, ἐν ᾧ τὸν περίπλουν τοῦ ἑῴου παντὸς ὠκεανοῦ πεποίημαι· κωλύει δὲ οὐδὲν καὶ νῦν ἐπὶ κεφαλαίων διεξελθεῖν. Πάντες, ὡς εἰπεῖν, ὅσοι περίπλους ἔγραψαν, περὶ μὲν τὰς πόλεις καὶ τὰ χωρία καὶ λιμένας καὶ νήσους ἢ οὐδὲν ὅλως ἢ βραχέα τινὰ καὶ ῥᾳδίας τῆς διορθώσεως ἀξιωθῆναι δυνάμενα διεφώνησαν περὶ δὲ τὸν ἀριθμὸν τῶν σταδίων ταῶν αὐτῶν πόλεων καὶ νήσων καὶ λιμένων πολλήν τινα διαφορὰν ἐποιήσαντο. Τῶν μὲν οὖν κόλπων καὶ τῶν ἀκρωτηρίων ἡ διαφωνία σαφής· οἱ μὲν γὰρ πλησίον τῆς ἠπείρου τοὺς κόλπους καὶ τὰ ἀκρωτήρια περιέπλευσαν, οἱ δὲ πορρωτέρω, καὶ διὰ τοῦτο ἢ πλέονας ἢ ἐλάττονας περιέπλευσαν σταδίους τοῦ δὲ ἐκ’ εὐθείας γινομένου πλοῦ οὐκ ἄν τις ῥᾶδίως εἴποι τὰς αἰτίας, εἰ μὴ ἄρα τῷ τάχει τοῦ σκάφους ἢ τῷ βράδει ἀναθῆναι τὸ πταῖσμα βουληθείη. Ὡμολογημένον γὰρ τοδθʼ ὅτι ἑπτακοσίους οὐριοδρομοῦσα ναῦς διὰ μιᾶς ἀνύει (τῆς) ἡμέρας, εὕροι δέ τις ἂν καὶ ἐννακοσίους σταδίους διαδραμοῦσαν ναῦν ἐκ τῆς τοῦ κατασκευάσαντος τέχνης τὸ τάχος προσλαβοῦσαν, καὶ ἑτέραν μόλις πεντακοσίους διανύσασαν, διὰ τὴν ἐναντίαν τῆς τέχνης αἰτίαν. Ἀλλʼ ὅμως συγγνώμης ἀξιοῦν χρὴ τὰ τοιαῦτα πταίσματα. Οὐ γὰρ ἐν ἠπείρῳ χωρίων τινῶν τὴν διαμέτρησιν ἐποιήσαντο, ἀλλʼ ἐν ὕδατι καὶ πελάγεσιν ἐκ τῆς συνηθείας πλέον ἢ ἐξ ἑτέρας τινὸς ἐπιτεχνήσεως τὸν ἀριθμὸν τῶν σταδίων εὑρόντες.

---

Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani), ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4003.tlg002.local001/.
