Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.2
Not analysed yet
Καλλιμάχου γὰρ πατὴρ ὢν παντὸς ἄλλου πρέπω μᾶλλον ἐπὶ τοῦ κοινοῦ βήματος ἑστάναι. ζῶν μὲν οὖν Καλλίμαχος ἡγεμὼν ζῶντος Κυναιγείρου [πολέμαρχος] ἦν· εἰ δὲ [καὶ] τεθνεὼς ἡττηθήσεται, καὶ τὴν ἀρχὴν καὶ τὴν ἀρετὴν ὑβριεῖται, τὴν μὲν αἰτίαν τῆς πάσης ὑμῖν νίκης γενομένην, τὴν δὲ τὸ μέγιστον παρασχοῦσαν τῶν ἐν Μαραθῶνι θαυμά των, ἄνδρα καὶ χωρὶς ψυχῆς μεμαχημένον καὶ νεκρὸν θανάτου κρείττονα.