# Declamationes 2.28-31

Marcus Antonius Polemon, Declamationes, 2.28 to 2.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-antonius-polemon/declamationes/2.28

ὅλως δὲ τὰ μὲν Κυναιγείρου Καλλίμαχος παρεσκεύασεν· ἐκ γὰρ τῆς Καλλιμάχου μάχης προτέρας γενομένης καταπλαγέντες οἱ βάρβαροι τὰ νῶτα δείξαντες παρεῖχον τοῖς αὖθις ἐπιφερομένοις ῥᾳδίαν τὴν δίωξιν· τὰ δὲ Κυ ναιγείρου δεύτερα καὶ τελευταῖα πεπραγμένα τῶν Καλλιμάχου λαμπρῶν ἀριστείαν αἰτεῖ ὥστε καὶ τοῦτο τὸν λόγον τῷ θατέρῳ παρασχεῖν. δυνάμεώς ἐστιν ἔργον, οὐκ ἐπιδείξεως· κράτιστον δὲ ἔργον τῆς τοιαύτης αἰτίας τὸ πρεσβύτατόν [δύναμις] ἐστιν· ἔργων γὰρ μὴ πρότερον γινομένων οὐκ ἂν εἴη ἐπίδειξις. ἀρχὴ δʼ οὐκ ἄκαιρός τις ἦν ταῦτα καὶ τῶν ἐπʼ αὐτοῖς εὖ γε τεχνηθέντων αἰτία ὥσπερ τὰ θεμέλια τῶν οἰκοδομημάτων καὶ τῶν νεῶν αἱ τρόπεις καὶ πάντα ὅσα πρῶτα καὶ τὴν ἀρχὴν ἰσχυρὰν ἔχει. ὅπερ δὲ ἡ Μαραθῶνι νίκη ἐδυνάμωσε πρὸς τὰς αὖθις γενησομένας ἁπάσας κατὰ τῶν βαρβάρων, τοῦτο καὶ Κυναιγείρῳ τὰ Καλλιμάχου τολμήματα· διὰ γὰρ τοῦτον ἀνέπνευσαν οἱ λοιποὶ καὶ φεύγοντας ἰδόντες τοὺς βαρβάρους ἐθάρρησαν· πρὸς γὰρ τοῦτον ὁρῶν τις καὶ ποδῶν καὶ χειρῶν μέλει τὸν ὅλου καὶ παντὸς ὑπεριδόντα τοῦ σώματος. ἔτι δὲ Κυναίγειρος μὲν ἐκ γῆς πρὸς ναῦν ἐμάχετο, ἐκ τοῦ βεβαίου καὶ πολλοῦ πρὸς τὴν ἐν τῷ σφαλερῷ καὶ στενῷ, Καλλίμαχος δὲ πρὸς ἰσοστασίους αὐτῷ τοὺς βαρβάρους, ἤδη καὶ γῆς κυρίους, τοὺς ἀποβάντας ἐκ τῶν νεῶν καὶ τὸν Αἰγαῖον δεδουλωμένους καὶ τὴν κατάπληξιν φοβερὰν ἐπιφέροντας ἐκ τῆς τῶν συνειλημμένων Ἑλλήνων ἁρπαγῆς·

---

Marcus Antonius Polemon, Declamationes, ed. Hugo Hinck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1617.tlg001.local001/.
