# Declamationes 2.3-7

Marcus Antonius Polemon, Declamationes, 2.3 to 2.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-antonius-polemon/declamationes/2.3

πεσεῖν μὲν οὖν αὐτὸν καὶ κοινωνῆσαι τοῦ τάφου μόγις ἔπεισα· οὐ γὰρ ἤθελεν ἀπελθεῖν τῆς στάσεως οὐδὲ ὑποπεσεῖν ταῖς ἑτέρων φιλοτιμίαις, οὐκ ἀξιῶν τὸν ὑπὲρ τῆς Ἀσίας ὅλης ὅτι τέθνηκεν ὁμολογῆσαι βεβιασμένον. ἀγαθὸς μὲν οὖν ἦν ὁ Κυναίγειρος καὶ παῖς πατρὸς ἀγαθοῦ, οὐ μὴν ἀγαθῶν κρείττων· ἥττηται δὲ Καλλιμάχου τοσοῦτον ὅσον οἱ κείμενοι τῶν ἑστηκότων καὶ θάρσους ἀγαθοῦ νεκρὸς οὐχ ὁλόκληρος. ὥσπερ δὲ ἅπαν τυγχάνει, καὶ τοῦτο ἐξετάσατε. ἀπέβαινε μὲν εἰς Μαραθῶνα ὁ Δαρείου στόλος μετὰ τὰς ἐξ Αἰγαίου τῶν νήσων ἁρπαγάς, τῇ δὲ Ἀττικῇ βοηθεῖν ἔδει τὴν Λακεδαιμονίων εἰρωνείαν μὴ περιμένοντας — ὀξὺς γὰρ ὁ κίνδυνος ἦν — καὶ τῷ στρατηγῷ Μιλτιάδῃ τὴν ταχίστην ἐδόκει τρέχειν. ἐνταῦθα ἦγε τὴν δύναμιν ἅπασαν ὁ ἐμὸς υἱός, πολέμαρχος ὢν καὶ κατὰ τὸν νόμον καὶ σπουδὴν ἰδίαν ὅτι θερμοτάτην ἔχων ἔργα μεγάλα καὶ θαυμαστὰ ἐν τῇ μάχῃ παρασχέσθαι· Κυναίγειρος δὲ εἷς τις ὢν τῶν πολλῶν πείγετο. συμμίξαντες δὲ τοῖς βαρβάροις μεμπτὸς μὲν οὐδεὶς ἦν, ἐν δὲ τοῖς ἔργοις Καλλίμαχος ἔδειξεν αὐτοῖς ὅτι πολέμαρχος ηἦν.

---

Marcus Antonius Polemon, Declamationes, ed. Hugo Hinck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1617.tlg001.local001/.
