Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.32
Not analysed yet
καὶ Κυναίγειρος μὲν ἴσως καὶ ζήλῳ τῷ πρὸς Καλλίμαχον καὶ φιλοτιμίᾳ, Καλλίμαχος δὲ οὐχ ὑπʼ ἄλλου παρωξυμμένος οὐδὲ πρὸς ἕτερον φιλοτιμούμενος ἀλλʼ αὐθαιρέτῳ σπουδῇ. καὶ Καλλίμαχος μὲν ἀρετῆς παράδειγμα, Κυναίγειρος δὲ Καλλιμάχου μίμημα, ὁ μὲν τὴν χεῖρα μόνην, ὁ δὲ ὅλα τὰ μέρη τοῦ σώματος· πᾶσι γὰρ μεμάχηται καὶ τοῦ πολέμου πάντα μείζονα. καὶ ὁ μὲν μιᾷ τῶν ἀναγομένων ἐπεχείρησε νηί, ὁ δὲ πρὸς πάνθʼ ὁμοῦ τὰ βασιλέως ἔθνη παρετάξατο.