Ancient Greek · ~1 min
Book 1, Chapter 13
Marcus Aurelius, Ad se ipsum 1.13.1
Not analysed yet
Παρὰ Κατούλου τὸ μὴ ὀλιγώρως ἔχειν φίλου αἰτιωμένου τι, κἂν τύχῃ ἀλόγως αἰτιώμενος, ἀλλὰ πειρᾶσθαι ἀποκαθιστάναι ἐπὶ τὸ σύνηθες· καὶ τὸ περὶ τῶν διδασκάλων ἐκθύμως εὔφημον, οἷα τὰ περὶ Δομιτίου καὶ Ἀθηνοδότου ἀπομνημονευόμενα· καὶ τὸ περὶ τὰ τέκνα ἀληθινῶς ἀγαπητικόν.